6.26
τοὺς ταύτῃ ἀνθρώπους. οὔπω γοῦν δεκαταῖος εἰς τὴν δύναμιν γεγονὼς Ἀμάντιον τῶν ἐν Παλατίῳ εὐνούχων ἄρχοντα ξὺν ἑτέροις τισὶν ἐξ αἰτίας οὐδεμιᾶς ἔκτεινεν, ἄλλο οὐδὲν τῷ ἀνθρώπῳ ἐπενεγκὼν, πλήν γε δὴ ὅτι ἐς Ἰωάννην τὸν τῆς πόλεως ἀρχιερέα λόγον τινὰ προπετῆ εἴποι.
6.27
καὶ ἀπ’ αὐτοῦ φοβερώτατος γέγονεν ἀνθρώπων ἁπάντων. αὐτίκα δὲ καὶ Βιταλιανὸν τὸν τύραννον μετεπέμψατο, ᾧ δὴ τὰ πιστὰ πρότερον ὑπὲρ τῆς ἀσφαλείας παρέσχετο, διαλαχὼν αὐτῷ τῶν ἐν Χριστιανοῖς μυστηρίων.
6.28
ὀλίγῳ τε ὕστερον ἐξ ὑποψίας αὐτῷ προσκεκρουκότα ξὺν τοῖς ἐπιτηδείοις ἐν Παλατίῳ λόγῳ οὐδενὶ διεχρήσατο, πίστεις οὕτω δεινοτάτας ἐμπεδῶσαι οὐδαμῆ ἀξιώσας.
7.1
Τοῦ δὲ δήμου ἐκ παλαιοῦ ἐς μοίρας δύο διεστηκότος, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, μίαν αὐτὸς τὴν Βενέτων ἑταιρισάμενος, ἥ οἱ καὶ τὸ πρότερον κατεσπουδασμένη ἐτύγχανε, ξυγχεῖν τε καὶ ξυνταράξαι ἅπαντα ἴσχυσε. καὶ ἀπ’ αὐτοῦ ἐς γόνυ ἐλθεῖν Ῥωμαίοις τὴν πολιτείαν πεποίηκεν.
7.2
οὐχ ἅπαντες δὲ οἱ Βένετοι ἐπισπέσθαι τῇ τοῦδε τοῦ ἀνδρὸς γνώμῃ ἔγνωσαν, ἀλλ’ ὅσοι στασιῶται ὄντες ἐτύγχανον.
7.3
καὶ αὐτοὶ μέντοι προϊόντος ἤδη τοῦ δεινοῦ σωφρονέστατοι ἔδοξαν εἶναι ἀνθρώπων ἁπάντων.
7.4
ἐνδεεστέρως γὰρ ἢ κατὰ τὴν ἐξουσίαν ἡμάρτανον. οὐ μὴν οὐδὲ τῶν Πρασίνων οἱ στασιῶται ἡσυχῆ ἔμενον, ἀλλὰ καὶ αὐτοὶ ἔπρασσον ἀεὶ τὰ ἐγκλήματα ἐς ὅσον σφίσι δυνατὰ ἐγεγόνει, καίπερ κατὰ μόνας διηνεκὲς κολαζόμενοι.
7.5
ὅπερ αὐτοὺς ἐς τὸ θρασύνεσθαι πολλῷ ἔτι μᾶλλον ἐς ἀεὶ ἦγεν. ἀδικούμενοι γὰρ εἰώθασιν ἐς ἀπόνοιαν τρέπεσθαι ἄνθρωποι.