4.44
οὕτως ἄρα οὐκ ἀνθρώπων βουλαῖς, ἀλλὰ τῇ ἐκ θεοῦ ῥοπῇ πρυτανεύεται τὰ ἀνθρώπεια, ὃ δὴ τύχην εἰώθασι καλεῖν ἄνθρωποι, οὐκ εἰδότες ὅτου δὴ ἕνεκα ταύτῃ πρόεισι τὰ ξυμβαίνοντα,
4.45
ᾗπερ αὐτοῖς ἔνδηλα γίνεται. τῷ γὰρ ἀλόγῳ δοκοῦντι εἶναι φιλεῖ τὸ τῆς τύχης ὄνομα προσχωρεῖν. ἀλλὰ ταῦτα μὲν ὥς πη ἑκάστῳ φίλον, ταύτῃ δοκείτω.
5.1
Βελισάριος δὲ τὸ δεύτερον ἐν Ἰταλίᾳ γενόμενος αἴσχιστα ἐνθένδε ἀπήλλαξε· τῆς μὲν γὰρ γῆς ἐς πεντάετες ἀποβῆναι οὐδαμῆ ἴσχυσεν, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, ὅτι μὴ ἔνθα τι ὀχύρωμα ἦν. ναυτιλλόμενος δὲ πάντα τοῦτον τὸν χρόνον τὰ ἐπιθαλάσσια
5.2
περιῄει. Τουτίλας δὲ λυσσῶν ἦν αὐτὸν ἔξω τείχους λαβεῖν, οὐ μέντοι εὗρεν, ἐπεὶ ὀρρωδίᾳ πολλῇ αὐτός τε καὶ ξύμπας ὁ Ῥωμαίων στρατὸς εἴχετο.
5.3
διὸ δὴ οὔτε τῶν ἀπολωλότων τι ἀνεσώσατο, ἀλλὰ καὶ Ῥώμην προσαπώλεσε καὶ τἄλλα ὡς εἰπεῖν ἅπαντα.
5.4
ἐγένετο δὲ φιλοχρήματος ἐν τούτῳ τῷ χρόνῳ πάντων μάλιστα καὶ κέρδους αἰσχροῦ ἐπιμελητὴς ἀκριβέστατος ἅτε οὐδὲν ἐκ βασιλέως κεκομισμένος, Ἰταλοὺς ἀμέλει σχεδὸν πάντας, οἵπερ ᾤκηντο ἐπί τε Ῥαβέννης καὶ Σικελίας, καὶ εἴ του ἄλλου κατατυχεῖν ἐν ἐξουσίᾳ ἔσχεν, ἐληΐσατο οὐδενὶ κόσμῳ, λογισμοὺς δῆθεν τῶν βεβιωμένων καταπραττόμενος.
5.5
οὕτω γοῦν καὶ Ἡρωδιανὸν μετιὼν χρήματα ᾔτει, ἅπαντα τῷ ἀνθρώπῳ ἐπανασείων.
5.6
οἷς δὴ ἐκεῖνος ἀχθόμενος ἀπετάξατο μὲν τῷ Ῥωμαίων στρατῷ, αὑτὸν δὲ εὐθὺς ξύν τε τοῖς ἑπομένοις καὶ τῷ Σπολιτίῳ Τουτίλᾳ καὶ Γότθοις ἐνέδωκεν.
5.7
ὅπως δὲ αὐτῷ τε καὶ Ἰωάννῃ τῷ Βιταλιανοῦ ἀδελφιδῷ διχοστατῆσαι συνέβη, ὅπερ τὰ Ῥωμαίων πράγματα μάλιστα ἔσφηλεν, αὐτίκα δηλώσω.