4.22
ξὺν ταύτῃ τε τῇ ὀρρωδίᾳ εἰς τὸ δωμάτιον ἀναβὰς ἐπὶ τῆς στιβάδος καθῆστο μόνος, γενναῖον μὲν οὐδὲν ἐννοῶν, οὐδὲ ὅτι ἀνὴρ ἐγεγόνει ἐν μνήμῃ ἔχων, ἱδρῶν δὲ ἀεὶ καὶ ἰλιγγιῶν καὶ ξὺν τρόμῳ πολλῷ ἀπορούμενος, φόβοις τε ἀνδραποδώδεσι καὶ μερίμναις ἀποκναιόμενος φιλοψύχοις τε καὶ ὅλως ἀνάνδροις.
4.23
Ἀντωνίνα δὲ ἅτε οὔτε τὰ πρασσόμενα ὅλως ἐπισταμένη οὔτε τι τῶν ἐσομένων καραδοκοῦσα περιπάτους ἐνταῦθα ἐποιεῖτο συχνοὺς ὀξυρεγμίαν σκήπτομένη·
4.24
ἔτι γὰρ εἰς ἀλλήλους ὑπόπτως εἶχον. μεταξὺ δέ τις ἐκ Παλατίου, Κουαδρᾶτος ὄνομα, ἧκεν ἤδη δεδυκότος ἡλίου, τήν τε αὔλειον ὑπερβὰς ἐξαπιναίως παρὰ τὴν ἀνδρωνίτιδα ἔστη θύραν, φάσκων πρὸς τῆς βασιλίδος ἐνταῦθα ἐστάλθαι.
4.25
ὅπερ ἐπεὶ Βελισάριος ἤκουσε, χεῖρας καὶ πόδας ἐπὶ τῆς στιβάδος ἑλκύσας ὕπτιος ἔκειτο, πρὸς τὴν ἀναίρεσιν ἑτοιμότατος· οὕτως ἅπαν αὐτὸν τὸ ἀρρενωπὸν ἀπελελοίπει.
4.26
οὔπω τοίνυν ὁ Κουαδρᾶτος παρ’ αὐτὸν εἰσελθὼν γράμματά οἱ τῆς βασιλίδος ἐπέδειξεν.
4.27
ἐδήλου δὲ ἡ γραφὴ τάδε “Ἃ μὲν εἰργάσω ἡμᾶς, ὦ βέλτιστε, οἷσθα. ἐγὼ δὲ τὰ πολλὰ ὀφείλουσα τῇ σῇ γυναικὶ, ταῦτα δὴ τὰ ἐγκλήματά σοι ἀφεῖναι ξύμπαντα ἔγνωκα, ἐκείνῃ τὴν σὴν δωρουμένη ψυχήν.
4.28
τὸ μὲν οὖν ἔνθεν σοι τὸ θαρσεῖν ὑπέρ τε τῆς σωτηρίας καὶ τῶν χρημάτων περίεστιν· ὁποῖος δὲ σὺ πρὸς αὐτὴν ἔσῃ διὰ τῶν πραχθησομένων εἰσόμεθα.”
4.29
ταῦτα ἐπεὶ Βελισάριος ἀνελέξατο, ἅμα μὲν ὑφ’ ἡδονῆς ἐπὶ μέγα ἀρθεὶς, ἅμα δὲ καὶ τῷ παρόντι ἐπίδειξιν ἐθέλων ποιεῖσθαι τῆς γνώμης, ἀναστὰς εὐθὺς παρὰ τῆς γυναικὸς τοὺς πόδας ἐπὶ στόμα πίπτει.