4.5
ταῦτά γε ἡ βασιλὶς Θεοδώρα ἐπικαλέσασα ἐφ’ ἑαυτῇ τοῖς ἀνθρώποις εἰρῆσθαι μεστὴ ἐγεγόνει.
4.6
ἅπαντας οὖν εὐθὺς μετακαλέσασα ἐς Βυζάντιον, ζήτησίν τε τοῦ λόγου τούτου ποιησαμένη, τὸν Βούζην μετεπέμψατο εἰς τὴν γυναικωνῖτιν ἐξαπιναίως, ὥς τι αὐτῷ κοινολογησομένη τῶν ἄγαν σπουδαίων.
4.7
ἦν δέ τι οἴκημα ἐν Παλατίῳ κατάγειον, ἀσφαλές τε καὶ λαβυρινθῶδες καὶ οἷον Ταρτάρῳ εἰκάζεσθαι, ἵνα δὴ τοὺς προσκεκρουκότας ὡς τὰ πολλὰ καθείρξασα ἐτήρει.
4.8
καὶ ὁ Βούζης οὖν εἰς τὸ βάραθρον τοῦτο ἐμβέβληται, ἐνταῦθά τε ἀνὴρ ἐξ ὑπάτων γενόμενος ἄγνωστος ἀεὶ τοῦ παρόντος καιροῦ ἔμεινεν.
4.9
οὔτε γὰρ αὐτὸς ἐν σκότῳ καθήμενος διαγινώσκειν οἷός τε ἐγεγόνει πότερον ἡμέρα ἢ νύκτωρ
4.10
εἴη οὔτε ἄλλῳ τῳ ἐντυχεῖν εἶχεν. ἅνθρωπος γὰρ, ὅσπερ οἱ ἐς ἡμέραν ἑκάστην τὰ σιτία ἐρρίπτει, ὥσπερ τι θηρίον θηρίῳ ἄφωνος ἀφώνῳ ὡμίλει.
4.11
καὶ πᾶσι μὲν τετελευτηκέναι εὐθὺς ἔδοξε, λόγον μέντοι ἢ μνήμην ποιεῖσθαι αὐτοῦ τινα ἐτόλμα οὐδείς. ἐνιαυτοῖν δὲ δυοῖν ὕστερον πρὸς μησὶ τέσσαρσιν οἰκτισαμένη τὸν ἄνδρα ἀφῆκε.
4.12
καὶ ὃς ὥσπερ ἀναβεβιωκὼς ἅπασιν ὤφθη. ξυνέβη τε τῷ ἀνθρώπῳ ἐνθένδε ἀεὶ ἀμβλυώττειν τε καὶ τὸ ἄλλο σῶμα νοσώδει εἶναι.
4.13
Τὰ μὲν οὖν ἀμφὶ τῷ Βούζῃ τῇδε ἐχώρησε. Βελισάριον δὲ βασιλεὺς, καίπερ οὐδενὸς τῶν κατηγορουμένων ἁλόντα, ἐγκειμένης τῆς βασιλίδος παραλύσας ἧς εἶχεν ἀρχῆς Μαρτῖνον ἀντ’ αὐτοῦ τῆς ἑῴας στρατηγὸν κατεστήσατο, τούς τε Βελισαρίου δορυφόρους τε καὶ ὑπασπιστὰς, καὶ τῶν οἰκετῶν εἴ τι ἐν πολέμῳ δόκιμον ἦν, τῶν τε ἀρχόντων καὶ τῶν ἐν Παλατίῳ εὐνούχων τισὶν ἐπέστειλε διαδάσασθαι.