23.1
Πρῶτον μὲν εἰθισμένον ὂν ἐκ παλαιοῦ ἕκαστον τὴν Ῥωμαίων ἀρχὴν ἔχοντα οὐχ ἅπαξ μόνον, ἀλλὰ καὶ πολλάκις τοῖς τῶν δημοσίων ὀφλημάτων λειψάνοις τοὺς κατηκόους δωρεῖσθαι πάντας, τοῦ μήτε τοὺς ἀπορουμένους τε καὶ ὅθεν ἂν ἐκτίνοιεν τὰ λείψανα ταῦτα οὐδαμῆ ἔχοντας διηνεκὲς ἀποπνίγεσθαι μήτε τοῖς φορολόγοις σκήψεις παρέχεσθαι, συκοφαντεῖν ἐγχειροῦσι τῶν τοῦ φόρου ὑποτελῶν τοὺς οὐδὲν ὀφείλοντας, οὗτος ἐς δύο καὶ τριάκοντα ἐτῶν χρόνον οὐδὲν τοιοῦτο ἐς τοὺς κατηκόους εἰργάσατο.
23.2
καὶ ἀπ’ αὐτοῦ τοῖς μὲν ἀπορουμένοις ἀναγκαῖον ἦν ἀποδρᾶναί τε καὶ μηδενὶ ἔτι ἐπανιέναι.
23.3
καὶ οἱ συκοφάνται τοὺς ἐπιεικεστέρους ἀπέκναιον κατηγορίαν ἐπανασείοντες ἅτε τὸ τέλος ἐνδεεστέρως ἐκ παλαιοῦ καταβάλλοντας τῆς ἐγκειμένης τῷ χωρίῳ φορᾶς.
23.4
οὐ γὰρ ὅσον οἱ ταλαίπωροι τὴν καινὴν τοῦ φόρου ἀπαγωγὴν ἐδεδίεσαν, ἀλλὰ καὶ χρόνων τοσούτων τὸ πλῆθος οὐδὲν προσῆκον βαρύνεσθαι φόροις.
23.5
πολλοὶ γοῦν ἀμέλει τὰ σφέτερα αὐτῶν τοῖς συκοφάνταις ἢ τῷ δημοσίῳ προέμενοι ἀπηλλάσσοντο.
23.6
ἔπειτα δὲ Μήδων μὲν καὶ Σαρακηνῶν τῆς Ἀσίας γῆν τὴν πολλὴν, τῶν δὲ δὴ Οὔννων καὶ Σκλαβηνῶν καὶ Ἀντῶν ξύμπασαν Εὐρώπην ληϊσαμένων, καὶ τῶν πόλεων τὰς μὲν καθελόντων ἐς ἔδαφος, τὰς δὲ ἀργυρολογησάντων ἐς τὸ ἀκριβὲς μάλιστα, τοὺς δὲ ἀνθρώπους ἐξανδραποδισάντων ξὺν χρήμασι πᾶσιν, ἔρημόν τε τῶν οἰκητόρων καταστησαμένων χώραν ἑκάστην ταῖς καθ’ ἡμέραν ἐπιδρομαῖς, φόρον μὲν οὐδενὶ τῶν ἁπάντων ἀφῆκε, πλήν γε δὴ ὅσον ἐνιαυτοῦ ταῖς ἁλούσαις τῶν πόλεων μόνον.