Kitap 8
21.1
Οὕτω μὲν οὖν τὰ κατὰ τοὺς πολέμους ἐν χώρᾳ ἑκάστῃ ξυνηνέχθη γενέσθαι. ὁ δὲ Γοτθικὸς πόλεμος ἐφέρετο ὧδε. Βελισάριον μὲν ἐς Βυζάντιον μεταπεμψάμενος βασιλεύς, ᾗπέρ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, διὰ τιμῆς ἦγε, καὶ οὐδὲ Γερμανοῦ τετελευτηκότος πέμπειν αὐτὸν ἐς τὴν Ἰταλίαν διενοεῖτο, ἀλλὰ καὶ στρατηγὸν τῆς ἑῴας ὄντα, τῶν βασιλικῶν σωματοφυλάκων ἄρχοντα καταστησάμενος, αὐτοῦ κατεῖχεν.
21.2
ἦν τε τῷ ἀξιώματι πρῶτος ὁ Βελισάριος Ῥωμαίων ἁπάντων, καίτοι τινὲς αὐτῶν πρότεροι ἀνάγραπτοί τε ἐς πατρικίους γενόνασι καὶ ἐς αὐτὸν ἀναβεβήκεσαν τῶν ὑπάτων τὸν δίφρον.
21.3
ἀλλὰ καὶ ὣς αὐτῷ τῶν πρωτείων ἐξίσταντο πάντες, αἰσχυνόμενοι κατὰ τῆς ἀρετῆς τῷ νόμῳ χρῆσθαι καὶ τὸ ἀπ’ αὐτοῦ δικαίωμα περιβάλλεσθαι.
21.4
ταῦτά τε βασιλέα κομιδῆ ἤρεσκεν. Ἰωάννης δὲ ὁ Βιταλιανοῦ διεχείμαζεν ἐν Σάλωσι. προσδεχόμενοί τε αὐτὸν ἐν Ἰταλίᾳ τοῦτον δὴ τὸν χρόνον οἱ τοῦ Ῥωμαίων στρατοῦ ἄπρακτοι ἔμενον. καὶ ὁ χειμὼν ἔληγε, καὶ τὸ ἑκκαιδέκατον ἔτος ἐτελεύτα τῷ Γοτθικῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψε.
21.5
Τῷ δὲ ἐπιγενομένῳ ἐνιαυτῷ Ἰωάννης μὲν διενοεῖτο ἐκ Σαλώνων τε ἐξανίστασθαι καὶ τῷ στρατῷ ἐξηγεῖσθαι ὅτι τάχιστα ἐπὶ Τουτίλαν τε καὶ Γότθους.
21.6
βασιλεὺς δὲ αὐτὸν διεκώλυεν, αὐτοῦ τε μένειν ἐπέστελλεν, ἕως Ναρσῆς ὁ εὐνοῦχος ἀφίκηται. αὐτὸν γὰρ τοῦδε αὐτοκράτορα καταστήσασθαι τοῦ πολέμου ἐβούλευσεν.
21.7
ὅτου δὲ δὴ ἕνεκα ταῦτα βουλομένῳ βασιλεῖ εἴη διαρρήδην μὲν τῶν πάντων οὐδενὶ φανερὸν γέγονε· βασιλέως γὰρ βούλευμα ἔκπυστον ὅτι μὴ αὐτοῦ ἐθελουσίου ἀμήχανά ἐστιν· ἃ δὲ ὑποπτεύοντες ἄνθρωποι ἔλεγον, ἐγὼ δηλώσω.