Kitap 8
20.41
ἐπεὶ δὲ τὴν παῖδα ταῦτα ἤρεσκε, τῶν τε δεσμῶν ἀφεῖτο Ῥάδιγις τῆς τε ἄλλης φιλοφροσύνης ἠξίωτο, ἀποπέμπεται μὲν τὴν Θευδιβέρτου εὐθὺς ἀδελφήν, τὴν δὲ Βριττίαν ἐγήματο. ταῦτα μὲν τῇδε κεχώρηκεν.
20.42
Ἐν ταύτῃ δὲ τῇ Βριττίᾳ νήσῳ τεῖχος ἐδείμαντο μακρὸν οἱ πάλαι ἄνθρωποι, δίχα τέμνον αὐτῆς πολλήν τινα μοῖραν· τοῦ δὲ τείχους ὅ τε ἀὴρ καὶ ἡ γῆ καὶ τὰ ἄλλα πάντα οὐχ ὁμοίως ἐφ’ ἑκάτερά ἐστι.
20.43
τὰ μὲν γὰρ τοῦ τείχους πρὸς ἀνίσχοντα ἥλιον εὐεξία τε ἀέρων ἐστὶ συμμεταβαλλομένη ταῖς ὥραις, θέρους μὲν μετρίως ἀλεεινή, ψυχεινὴ δὲ χειμῶνος·
20.44
καὶ ἄνθρωποι μὲν πολλοὶ ᾤκηνται κατὰ ταὐτὰ βιοτεύοντες τοῖς ἄλλοις ἀνθρώποις, τά τε δένδρα καρποῖς ʽἐν ἐπιτηδείῳ γινομένοις ὡραίοισ̓ ἀνθεῖ, τά τε λήϊα τῶν ἄλλων οὐδὲν καταδεέστερον τέθηλεν·
20.45
ἀλλὰ καὶ ὕδασιν ἡ χώρα ἐναβρυνομένη διαρκῶς φαίνεται. πρὸς δύοντα δὲ πᾶν τοὐναντίον, ὥστε ἀμέλει ἀνθρώπῳ μὲν οὐδὲ ἡμιώριον δυνατόν ἐστιν ἐνταῦθα βιῶναι, ἔχις δὲ καὶ ὄφεις ἀνάριθμοι καὶ ἄλλων θηρίων παντοδαπὰ γένη διακεκλήρωται τὸν χῶρον ἐκεῖνον.
20.46
καί, τὸ δὴ παραλογώτατον, οἱ ἐπιχώριοι λέγουσιν ὡς, εἴ τις ἄνθρωπος τὸ τεῖχος ἀμείψας ἐπὶ θάτερα ἴοι, εὐθυωρὸν θνήσκει, τὸ λοιμῶδες τῶν ἐκείνῃ ἀέρων ὡς ἥκιστα φέρων, τοῖς τε θηρίοις ἐνθαδε ἰοῦσιν ὁ θάνατος εὐθὺς ὑπαντιάζων ἐκδέχεται.