Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 8

20.34 καὶ αὐτῶν πίπτουσι μὲν πολλοὶ ἐν τούτῳ τῷ πόνῳ, οἱ λοιποὶ δὲ ξὺν τῷ βασιλεῖ ἐς ὑπαγωγὴν τρέπονται ἅπαντες, οἵ τε Ἀγγίλοι τὴν δίωξιν ἐπ’ αὐτοὺς δι’ ὀλίγου πεποιημένοι, ᾗ θέμις πεζοῖς, ἐς τὸ στρατόπεδον ἀπεχώρησαν.
20.35 οὕσπερ ἐκάκιζεν ἐπανήκοντας ἐς αὐτὴν ἡ παρθένος, τῷ τε ἀδελφῷ ἐλοιδορεῖτο πικρότατα, οὐδὲν τῇ στρατιᾷ λόγου ἄξιον ἰσχυριζομένη πεπρᾶχθαι, ἐπεὶ μὴ ἀγάγοιεν αὐτῇ ζῶντα Ῥάδιγιν.
20.36 Καὶ αὐτῶν ἀπολεξαμένη τοὺς μάλιστα μαχιμωτάτους εὐθὺς ἔστειλεν, ἀπαγγείλασα δορυάλωτον ἀγαγεῖν τὸν ἄνδρα μηχανῇ πάσῃ.
20.37 οἱ δὲ τὴν αὐτῆς ἐπιτελοῦντες ἐπίταξιν περιήρχοντο διερευνώμενοι ξύμπαντα ἐς τὸ ἀκριβὲς τὰ ἐκείνῃ χωρία, ἕως ἐν ὕλῃ ἀμφιλαφεῖ κρυπτόμενον Ῥάδιγιν εὗρον· δήσαντές τε αὐτὸν τῇ παιδὶ ἀπεκόμισαν.
20.38 καὶ ὁ μὲν αὐτῆς ἐν ὀφθαλμοῖς εἱστήκει, τρέμων τε καὶ τεθνήξεσθαι αὐτίκα δὴ μάλα ὑποτοπάζων θανάτῳ οἰκτίστῳ· ἡ δὲ αὐτὸν ἐκ τοῦ παραδόξου οὔτε ἀπέκτεινεν οὔτε τι ἄλλο ἄχαρι ἔδρασεν, ἀλλὰ ὀνειδίσασα τὴν ἐς αὐτὴν ὕβριν ἀνεπυνθάνετο τοῦ ἀνθρώπου ὅτου δὴ ἕνεκα ἠλογηκὼς τὰ ξυγκείμενα ἑτέρᾳ γυναικὶ ἐς εὐνὴν ξυνέλθοι, καὶ ταῦτα οὐ πεπορνευμένης αὐτῷ τῆς μνηστῆς.
20.39 καὶ ὃς τὴν αἰτίαν ἀπολογούμενος τὰς τοῦ πατρὸς ἐντολὰς καὶ τὴν τῶν ἀρχομένων σπουδὴν προὔφερεν, ἱκεσίους τε προὐτείνετο λόγους καὶ λιταῖς ἀνέμισγε τὴν ἀπολογίαν πολλαῖς, ἐς τὴν ἀνάγκην ἀναφέρων τὸ ἔγκλημα.
20.40 βουλομένῃ τε αὐτῇ ξυνοικισθήσεσθαι ὡμολόγει καὶ τὰ οὐκ ἐν δίκῃ τὸ πρότερόν οἱ αὐτῷ πεπραγμένα τοῖς ἐπιγενησομένοις ἰάσεσθαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi