Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 8

3.5 Οὖννοι δέ, οἱ Σάβειροι ἐπικαλούμενοι, ἐνταῦθα ᾤκηνται καὶ ἄλλα ἄττα Οὐννικὰ ἔθνη. ἐνθένδε μὲν τὰς Ἀμαζόνας ὡρμῆσθαί φασιν, ἀμφὶ δὲ τὸ Θεμίσκουρον καὶ ποταμὸν τὸν Θερμώδοντα ἐνστρατοπεδεύσασθαι, ᾗπέρ μοι ἔναγχος εἴρηται,
3.6 οὗ δὴ πόλις ἐν τῷ παρόντι Ἀμισός ἐστι. τανῦν δὲ οὐδαμῆ τῶν ἀμφὶ τὸ Καυκάσιον ὄρος χωρίων Ἀμαζόνων τις μνήμη ἢ ὄνομα διασώζεται, καίτοι καὶ Στράβωνι καὶ ἄλλοις τισὶ λόγοι ἀμφ’ αὐταῖς πολλοὶ εἴρηνται.
3.7 ἀλλά μοι δοκοῦσι μάλιστα πάντων τά γε κατὰ τὰς Ἀμαζόνας ξὺν τῷ ἀληθεῖ λόγῳ εἰπεῖν, ὅσοι ἔφασαν οὐ πώποτε γένος γυναικῶν ἀνδρείων γεγονέναι, οὐδ’ ἐν ὄρει μόνῳ τῷ Καυκασίῳ τὴν τῶν ἀνθρώπων φύσιν θεσμῶν τῶν οἰκείων ἐξίστασθαι, ἀλλὰ βαρβάρους ἐκ τῶνδε τῶν χωρίων στρατῷ μεγάλῳ ξὺν γυναιξὶ ταῖς αὐτῶν ἰδίαις ἐπὶ τὴν Ἀσίαν στρατεῦσαι, στρατόπεδόν τε ἀμφὶ ποταμὸν Θερμώδοντα ποιησαμένους ἐνταῦθα μὲν τὰς γυναῖκας ἀπολιπεῖν, αὐτοὺς δὲ γῆν τῆς Ἀσίας τὴν πολλὴν καταθέοντας, ὑπαντιασάντων σφίσι τῶν τῇδε ᾠκημένων, ἅπαντας ἐξ ἀνθρώπων ἀφανισθῆναι, οὐδένα τε αὐτῶν τὸ παράπαν ἐπανήκειν ἐς τῶν γυναικῶν τὸ χαράκωμα, καὶ τὸ λοιπὸν ταύτας δὴ τὰς γυναῖκας, δέει τῶν περιοίκων καὶ ἀπορίᾳ τῶν ἐπιτηδείων ἀναγκασθείσας, τό τε ἀρρενωπὸν ἀμφιέσασθαι οὔτι ἐθελουσίας καὶ ἀνελομένας τὴν πρὸς τῶν ἀνδρῶν ἐν τῷ στρατοπέδῳ ἀπολελειμμένην τῶν ὅπλων σκευήν, καὶ ταύτῃ ἐξοπλισαμένας ὡς ἄριστα ἔργα ἀνδρεῖα ξὺν ἀρετῇ ἐπιδείξασθαι, διωθουμένης ἐς τοῦτο αὐτὰς τῆς ἀνάγκης, ἕως δὴ ἁπάσαις διαφθαρῆναι ξυνέπεσε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi