Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 8

19.12 τοὺς κύνας οἱ ποιμένες ἐπιτιτθίους ὄντας ἀναιρούμενοι οὐκ ἀπημελημένως οἴκοι ἐκτρέφουσιν, εὔγνωμον δὲ τοῖς σιτίζουσι ζῷον ὁ κύων καὶ τὰ ἐς χάριν μνημονικώτατον. πράσσεται οὖν ταῦτα τοῖς ποιμέσι τούτου δὴ ἕνεκα, τοῦ τῶν λύκων ἐπιόντων ποτὲ διακρούεσθαι τὰς ἐκείνων ἐφόδους τοὺς κύνας παραστάτας τε καὶ σωτῆρας τοῖς προβατίοις καθισταμένους. καὶ ταῦτα ἐν γῇ τῇ πάσῃ γίνεσθαι οἴομαι.
19.13 τεθέαται γὰρ τῶν πάντων οὐδεὶς οὔτε ποίμνῃ κύνας ἐπιβουλεύσαντας οὔτε λύκους ἀμυνομένους αὐτῆς πώποτε, ἀλλ’ ὥσπερ τινὰ τοῦτον ἡ φύσις θεσμὸν κυσί τε καὶ προβάτοις καὶ λύκοις νομοθετήσασα ἔθετο.
19.14 οἶμαι δὲ κἀν τῇ βασιλείᾳ τῇ σῇ, οὗ δὴ πραγμάτων ἐκ τοῦ ἐπὶ πλεῖστον ἁπάντων, τάχα δέ που καὶ τῶν ἀμηχάνων, περιουσίαν ξυμβαίνει εἶναι, παράλλαξιν τούτων τινὰ οὐδαμῆ γίγνεσθαι.
19.15 ἢ γοῦν τοῖς πρέσβεσι τοῖς ἐμοῖς δείξατε ὅπως ἄν τι καὶ τῶν οὐκ εἰωθότων ἐπὶ γήραος οὐδῷ μάθοιμεν· εἰ δὲ ἀραρότως ταῦτα πανταχῆ πέφυκεν, οὐ καλόν σοί ἐστι Κουτριγούρων τὸ γένος ξεναγεῖσθαι, οἶμαι, τεθολωμένον ἐπαγαγομένῳ γειτόνημα, καὶ οὓς ὄντας ὑπερορίους οὐκ ἤνεγκας, τανῦν ἐνδήμους πεποιημένῳ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi