Kitap 8
19.8
ἅπερ ἐπεὶ Σανδίλ, ὁ τῶν Οὐτιγούρων βασιλεύς, ἔμαθε, παρωξυσμένος τε καὶ περιωργισμένος, εἰ αὐτὸς μὲν Κουτριγούρους ὁμογενεῖς ὄντας ἀδικίας τῆς ἐς Ῥωμαίους τιννύμενος ἐξ ἠθῶν ἀναστήσειεν αὐτοὺς τῶν πατρίων, οἱ δὲ βασιλέως σφᾶς ἐνδεξαμένου ἐνοικησάμενοι ἐν Ῥωμαίων τῇ γῇ πολλῷ ἄμεινον βιοτεύσουσιν, ἔπεμψε πρέσβεις ἐς βασιλέα τὰ πεπραγμένα ὀνειδιοῦντας, οὐκ ἐπιστολὴν αὐτοῖς τινὰ ἐγχειρίσας ʽἐπεὶ γραμμάτων παντάπασιν Οὖννοι ἀνήκοοί τε καὶ ἀμελέτητοι ἐς τόδε εἰσὶ καὶ οὔτε γραμματιστήν τινα ἔχουσιν οὔτε τῳ περὶ τὰ γράμματα πόνῳ συναύξεται αὐτοῖς τὰ παιδίἀ, βαρβαρικώτερον δὲ ἅπαντα ἀποστοματιοῦντας ὅσα δὴ αὐτὸς ἐπιστείλειε σφίσιν.
19.9
Ἀφικόμενοι οὖν οἱ πρέσβεις ἐς ὄψιν Ἰουστινιανῷ βασιλεῖ λέγειν οἱ ἔφασαν δι’ αὐτῶν ὡς ἐν ἐπιστολῇ τάδε βασιλέα Σανδίλ· “Παροιμίαν τινὰ ἐκ παιδὸς ἀκηκοὼς οἶδα, καὶ εἴ τι μὴ αὐτῆς ἐπιλέλησμαι,
19.10
τοιαύτη τις ἡ παροιμία τυγχάνει οὖσα. τὸ θηρίον ὁ λύκος τῆς μὲν τριχός, φασίν, ἴσως ἄν τι καὶ παραλλάξαι οὐκ ἀδύνατος εἴη, τὴν μέντοι γνώμην οὐ μεταστρέφει, οὐκ ἀφιείσης αὐτῷ μεθαρμοσαμένῳ ταύτην τῆς φύσεως.
19.11
ταῦτα μέν,” παροιμιαζόμενός φησιν ὁ Σανδίλ, “τῶν πρεσβυτέρων ἀκήκοα, πλαγίῳ τινὶ παραδηλούντων τὰ ἀνθρώπινα λόγῳ. οἶδα δέ τι καὶ ἀπὸ τῆς πείρας μαθών, οἷα εἰκὸς ἦν ἀγροικιζόμενον βάρβαρον ἐκμαθεῖν·