Kitap 8
19.3
βασιλεὺς δὲ Ἰουστινιανὸς Ἀράτιον στρατηγὸν στείλας παρά τε Χινιαλὼν καὶ Οὔννους τοὺς ἄλλους, ἀγγεῖλαι μὲν ἐκέλευε τὰ σφίσιν ἐν γῇ τῇ σφετέρᾳ αὐτῶν ξυνενεχθέντα, χρήματα δὲ αὐτοῖς προϊέμενον πεῖσαι ἀπαλλάσσεσθαι ὅτι τάχιστα ἐκ Ῥωμαίων τῆς γῆς.
19.4
οἱ δὲ τῶν τε Οὐτιγούρων τὴν ἔφοδον γνόντες καὶ χρήματα μεγάλα πρὸς τοῦ Ἀρατίου κεκομισμένοι ξυνέβησαν μήτε φόνον ἔτι ἐργάσεσθαι μήτε ἀνδραποδιεῖν Ῥωμαίων μηδένα μήτε τι ἄλλο ἄχαρι δράσειν, ἀλλὰ τὴν ἀναχώρησιν ἅτε διὰ φίλων ποιήσεσθαι τῶν τῇδε ἀνθρώπων.
19.5
ξυνέκειτο δὲ καὶ τοῦτο, ὥστε, εἰ μὲν δυνατοὶ εἶεν οἱ βάρβαροι οὗτοι ἐν γῇ τῇ πατρῴᾳ ἐπανιόντες ἱδρύεσθαι, μένειν τε αὐτοῦ καὶ πίστεως τῆς ἐς Ῥωμαίους τὸ λοιπὸν ἔχεσθαι· ἢν δέ γε αὐτοῖς ἐν ταύτῃ μένειν ἀδύνατα ᾖ, ἐπανιέναι μὲν αὖθις αὐτοὺς ἐς γῆν τὴν Ῥωμαίων, βασιλέα δὲ σφᾶς δωρήσασθαί τισι τῶν ἐπὶ Θρᾴκης χωρίων, ἐφ’ ᾧ ἐνταῦθα ἐνοικησάμενοι ἔνσπονδοί τε τὸν πάντα αἰῶνα Ῥωμαίοις ἔσονται καὶ τὴν χώραν ἐς τὸ ἀκριβὲς ξυμφυλάξουσιν ἐκ πάντων βαρβάρων.
19.6
Ἤδη δὲ καὶ Οὔννων τῶν ἡσσημένων ἐν τῇ ξυμβολῇ καὶ διαφυγόντων τοὺς Οὐτιγούρους δισχίλιοι ἦλθον ἐς Ῥωμαίων τὴν γῆν, παῖδάς τε καὶ γυναῖκας ἐπαγόμενοι·
19.7
ἡγοῦντο δὲ αὐτῶν ἄλλοι τε καὶ Σιννίων, ὅσπερ ξὺν Βελισαρίῳ πολλῷ πρότερον ἐπί τε Γελίμερα καὶ Βανδίλους ἐστράτευσε· γίνονταί τε Ἰουστινιανοῦ βασιλέως ἱκέται. καὶ ὃς αὐτοὺς ὑπεδέξατο προθυμίᾳ τῇ πάσῃ, ἔν τε χωρίοις ἱδρύσασθαι τοῖς ἐπὶ Θρᾴκης ἐκέλευσεν.