Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 8

17.22 καὶ ἀπ’ αὐτοῦ πολέμιον Ῥωμαίοις οὐδὲν ὑπὸ τοῦτον τὸν χρόνον ἔν γε Λιβύῃ ἐγένετο. τοῖς μέντοι φθάσασι πολέμοις τε καὶ στάσεσιν ἔρημος ἀνθρώπων ἡ χώρα ἐκ τοῦ ἐπὶ πλεῖστον οὖσα διέμεινεν.
18.1 Ἐν ᾧ δὲ ταῦτα ἐπράσσετο τῇδε, ἐν τούτῳ τάδε ξυνηνέχθη ἐν Εὐρώπῃ γενέσθαι. Γήπαιδες μέν, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, τὰς σπονδὰς θέμενοι πρὸς Λαγγοβάρδας τοὺς σφίσι πολεμίους ὄντας ἐτύγχανον.
18.2 παντάπασι δὲ οὐχ οἷοί τε ὄντες τὰ διάφορα πρὸς αὐτοὺς διαλῦσαι πολεμητέα σφίσιν οὐ πολλῷ ὕστερον ᾤοντο εἶναι.
18.3 Γήπαιδες μὲν οὖν καὶ Λαγγοβάρδαι πανδημεὶ ἐπ’ ἀλλήλους τῷ πολέμῳ ἀκμάζοντες ᾔεσαν.
18.4 ἡγεῖτο δὲ τῶν μὲν Γηπαίδων Θορισίν, τῶν δὲ Λαγγοβαρδῶν Αὐδουὶν ὄνομα, καὶ αὐτῶν ἑκατέρῳ ἀνδρῶν μυριάδες πολλαὶ εἵποντο. ἤδη μὲν οὖν ἄγχιστά πη ἀμφότεροι ἦλθον, οὔπω δὲ τὰ στρατόπεδα πρὸς ἀλλήλων καθεωρῶντο.
18.5 δείματα δὲ τὰ πανικὰ καλούμενα ἐξαπιναίως ἑκατέροις ἐπιπεσόντα φεύγοντας ἀπ’ αἰτίας οὐδεμιᾶς ἅπαντας ὀπίσω ἀπήνεγκε, μόνων τῶν ἀρχόντων αὐτοῦ ἀπολελειμμένων ξὺν ὀλίγοις τισίν.
18.6 οἵπερ αὐτοὺς ἀνθέλκειν τε καὶ τῆς ὑπαγωγῆς ἀναχαιτίζειν ἀποπειρασάμενοι οὐδὲν ἤνυον οὔτε θωπείαις οἰκτραῖς οὔτε ἀπειλαῖς φοβεραῖς χρώμενοι.
18.7 Περιδεὴς οὖν γεγονὼς Αὐδουὶν ὁρῶν διασκεδαννυμένους ἀκόσμως οὕτως ʽοὐ γὰρ ᾔδει τοὺς πολεμίους τὴν ὁμοίαν κεκληρῶσθαι τύχην’ τῶν οἱ ἑπομένων τινὰς ἐπὶ πρεσβείᾳ παρὰ τοὺς ἐναντίους εὐθὺς ἔπεμψε τὴν εἰρήνην αἰτησομένους.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi