Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 8

17.7 οἱ δὲ γενόμενοι ἐν Σηρίνδῃ αὖθις τά τε ᾠὰ μετήνεγκαν ἐς Βυζάντιον, ἐς σκώληκάς τε αὐτὰ τρόπῳ ᾧπερ ἐρρήθη μεταπεφυκέναι διαπραξάμενοι τρέφουσί τε συκαμίνου φύλλοις, καὶ ἀπ’ αὐτοῦ γίνεσθαι μέταξαν τὸ λοιπὸν κατεστήσαντο ἐν Ῥωμαίων τῇ γῇ.
17.8 τότε μὲν οὖν τά τε κατὰ τὸν πόλεμον πράγματα Ῥωμαίοις τε καὶ Πέρσαις καὶ τὰ ἀμφὶ μετάξῃ ταύτῃ πη ἔσχε.
17.9 Μετὰ δὲ τὴν τοῦ χειμῶνος ὥραν ἀφικόμενος παρὰ Χοσρόην σὺν τοῖς χρήμασιν Ἰσδιγούσνας τὰ ξυγκείμενα σφίσιν ἐσήγγελλε. καὶ ὃς τὰ μὲν χρήματα κεκομισμένος τὴν ἐκεχειρίαν μελλήσει οὐδεμιᾷ ἐπεσφράγισε, Λαζικῆς δὲ μεθίεσθαι οὐδαμῆ ἤθελεν.
17.10 ἀλλὰ καὶ τοῖς χρήμασι τούτοις Οὔννων τῶν Σαβείρων ἑταιρισάμενος μέγα τι χρῆμα ξὺν Πέρσαις τισὶ τῷ Μερμερόῃ εὐθὺς ἔπεμψεν. ᾧ δὴ ἐπέστελλεν ἔργου ἔχεσθαι δυνάμει τῇ πάσῃ, καὶ μὴν καὶ ἐλέφαντάς οἱ πολλοὺς ἔστειλε.
17.11 Μερμερόης δὲ παντὶ τῷ Περσῶν τε καὶ Οὔννων στρατῷ ἐκ Μοχηρήσιδος ἀναστὰς ἐπὶ τὰ Λαζῶν ὀχυρώματα ᾔει, τοὺς ἐλέφαντας ἐπαγόμενος.
17.12 Ῥωμαῖοι δὲ οὐδαμῆ ὑπηντίαζον, ἀλλ’ ἀμφὶ τὰς ἐκβολὰς Φάσιδος ποταμοῦ, Μαρτίνου ἡγουμένου σφίσι, χωρίου ἰσχύι σφᾶς αὐτοὺς ὡς ἀσφαλέστατα κρατυνάμενοι ἡσυχῆ ἔμενον.
17.13 ξυνῆν δὲ αὐτοῖς καὶ Γουβάζης ὁ Λαζῶν βασιλεύς. οὗτος δὲ ὁ Μήδων στρατός, τύχης αὐτῷ ξυμβάσης τινός, οὐδὲν ἄχαρι οὔτε Ῥωμαίων οὔτε Λαζῶν τινὰ ἔδρασε.
17.14 τὰ μὲν γὰρ πρῶτα ὁ Μερμερόης ἐν φρουρίῳ τῳ μαθὼν τὴν Γουβάζου ἀδελφὴν εἶναι ἐπ’ αὐτὸ ἐπῆγε τὸ στράτευμα ὡς ἐξαιρήσων μηχανῇ πάσῃ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi