Kitap 8
16.25
καὶ σὺ τοίνυν, ὦ φίλε Γουβάζη, ἢν μὲν οἴει περιέσεσθαι Περσῶν τῷ πολέμῳ, μήτε μέλλε μήτε σοι ἐμπόδιον γινέσθω μηδέν.
16.26
εὑρήσεις γὰρ ἡμᾶς τῆς Λαζικῆς ἔνθα ἂν βούλοιο ὑφισταμένους τε τὴν σὴν ἔφοδον καὶ ἀντιπαραταττομένους ὑπὲρ χώρας τῆσδε ὅση δύναμις· ὥστε παρέσται σοι διαγωνιζομένῳ ἀνδραγαθίζεσθαι πρὸς ἡμᾶς.
16.27
εἰ μέντοι ἀδύνατος ὢν Περσῶν τῇ δυνάμει ἀντιτάσσεσθαι καὶ αὐτὸς οἶδας, σὺ δέ, ὦ ʼγαθέ, τὸ δεύτερον διαχείριζε, τὸ γνῶθι σαυτόν, καὶ προσκύνει τὸν σαυτοῦ δεσπότην Χοσρόην ἅτε βασιλέα καὶ νενικηκότα καὶ κύριον.
16.28
αἴτει τέ σοι τῶν πεπραγμένων ἵλεων εἶναι, ὅπως ἂν τὸ λοιπὸν δυνατὸς εἴης τῶν ἐνοχλούντων ἀπηλλάχθαι κακῶν.
16.29
ὡς ἔγωγε ἀναδέχομαι βασιλέα Χοσρόην ἵλεών τέ σοι γενήσεσθαι καὶ τὰ πιστὰ δώσειν, ὁμήρους σοι παρεχόμενον παῖδας τῶν ἐν Πέρσαις λογίμων ἀρχόντων, ὡς τά τε ἄλλα καὶ τὴν σωτηρίαν καὶ τὴν βασιλείαν τὴν σὴν τὸν πάντα αἰῶνα ἐν ἀσφαλείᾳ ἕξεις.
16.30
εἰ δέ σοι τούτων οὐδέτερον βουλομένῳ ἐστίν, ἀλλὰ σὺ ἔς τινα ἑτέραν ἀπιὼν χώραν δὸς τοῖς διὰ τὴν σὴν ἀβουλίαν ταλαιπώροις γενομένοις Λαζοῖς ἀναπνεῦσαί ποτε καὶ ἀπὸ δυσκόλων τῶν αὐτοῖς ἐγκειμένων ἀνενεγκεῖν μηδὲ αὐτοῖς ἀπέραντον ὄλεθρον τόνδε προστρίβεσθαι βούλου ἐπὶ σφαλερᾶς τῆς ἐλπίδος ὀχούμενος· λέγω δὲ τῆς Ῥωμαίων ἐπικουρίας.
16.31
οὐ γάρ σοι τιμωρεῖν ποτὲ δυνατοὶ ἔσονται, ὥσπερ οὐδὲ ἄχρι ἐς τὴν ἡμέραν δεδύνηνται τήνδε.” Μερμερόης μὲν ταῦτα ἔγραψε.
16.32
Γουβάζην δὲ οὐδ’ ὣς ἔπειθεν, ἀλλ’ ἐν τοῖς τῶν ὀρῶν κολωνοῖς ἔμενε, καραδοκῶν τὴν ἐκ Ῥωμαίων ἐπικουρίαν καὶ τῷ ἐς τὸν Χοσρόην ἔχθει ὡς ἥκιστα ἐς τὴν Ῥωμαίων ἀπόγνωσιν ἐγκλίνειν ἐθέλων.