Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 8

16.21 καὶ καραδοκῶν τὰ βελτίω. καὶ οἱ ἄλλοι δὲ Λαζοὶ τῇ πρὸς βασιλέα Γουβάζην αἰδοῖ τὴν τοῦ χειμῶνος ὥραν οὐδέν τι ἧσσον ἐν τοῖς σκοπέλοις κατέτριβον, δύσκολον μὲν ἐνταῦθα οὐδὲν πρὸς τῶν πολεμίων δειμαίνοντες, ἐπεὶ τοῖς ἐπιβουλεύουσιν, ἄλλως τε καὶ κατὰ τὸν χειμῶνα, ταῦτα τὰ ὄρη ἀμήχανά τε καὶ ὅλως ἀπρόσοδα ξυμβαίνει εἶναι, λιμῷ δὲ καὶ ψύχει καὶ τῇ ἄλλῃ κακοπαθείᾳ δυσθανατῶντες.
16.22 Ὁ δὲ Μερμερόης οἰκία τε πολλὰ κατ’ ἐξουσίαν ᾠκοδομήσατο ἐν ταῖς κατὰ τὴν Μοχήρησιν κώμαις καὶ τὰ ἐπιτήδεια πανταχόθι καταστησάμενος τῶν τῇδε χωρίων, τῶν τε αὐτομόλων περιπέμπων τινὰς ἐς τῶν ὀρῶν τὰς ἀκρωρείας καὶ τὰ πιστὰ παρεχόμενος ἐπαγαγέσθαι πολλοὺς ἴσχυσεν· οἷς δὴ καὶ τῶν ἀναγκαίων ἀπορουμένοις ἐχορήγει συχνὰ καὶ ὡς οἰκείων ἐπεμελεῖτο, τά τε ἄλλα διῳκεῖτο ξὺν ἀδείᾳ πολλῇ ἅτε τῆς χώρας γεγονὼς κύριος.
16.23 καὶ πρὸς Γουβάζην ἔγραψε τάδε· “Δύο ταῦτα ῥυθμίζει τοῖς ἀνθρώποις τὸν βίον, δύναμίς τε καὶ φρόνησις. οἱ μὲν γὰρ τῷ δυνατῷ περιόντες τῶν πέλας αὐτοί τε βιοτεύουσι κατ’ ἐξουσίαν καὶ ὅπη βούλονται τοὺς καταδεεστέρους ἐσαεὶ ἄγουσιν, οἱ δὲ διὰ τὴν ἀσθένειαν δεδουλωμένοι τοῖς κρείττοσι, τῷ ξυνετῷ τὴν ἀδυναμίαν ἰώμενοι, θωπείᾳ τοὺς κρατοῦντας μετίασι καὶ οὐδέν τι ἧσσον ἐν τοῖς οἰκείοις βιοῦν δύνανται, πάντων ἀπολαύοντες τῇ κολακείᾳ ὧνπερ αὐτοῖς διὰ τὴν ἀσθένειαν στερεῖσθαι ξυμβαίνει.
16.24 καὶ ταῦτα οὐ παρὰ μὲν τῶν ἐθνῶν τισὶ σφίσι φέρεται οὕτως, παρὰ δὲ τοῖς ἄλλοις οὐ ταύτῃ πη ἔχει, ἀλλὰ ἀνθρώποις ὡς εἰπεῖν ἅπασι πανταχόθι γῆς τῆς οἰκουμένης ὥσπερ ἄλλο τι ἐμπέπηγε φύσει.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi