Kitap 8
16.7
πόνῳ γοῦν ὁ Θεοφόβιος οὐδενὶ ἴσχυσε τὴν ὑπόσχεσιν τῷ Μερμερόῃ ἐπιτελέσαι. ἐν γὰρ τῷ φρουρίῳ γενόμενος ἔφασκε Λαζοῖς τε καὶ Ῥωμαίοις οἳ τὸ ἐνταῦθα φυλακτήριον εἶχον ὡς ἅπας μὲν ὁ Ῥωμαίων στρατὸς ἀπολώλει, Γουβάζῃ δὲ βασιλεῖ καὶ Λαζοῖς τοῖς ἀμφ’ αὐτὸν ἅπασι διαφθαρείη τὰ πράγματα, Κολχὶς δὲ ξύμπασα πρὸς Περσῶν ἔχοιτο, καὶ οὐδέ τις ἐλπὶς Ῥωμαίοις ποτὲ ἢ τῷ Γουβάζῃ ἀνασωθήσεσθαι τῆς χώρας τὸ κράτος.
16.8
τὰ μὲν γὰρ πρότερα κατὰ μόνας ταῦτα τὸν Μερμερόην διαπεπρᾶχθαι, μυριάδας τε πλέον ἑπτὰ ἐπαγαγόμενον Περσῶν μαχίμων ἀνδρῶν καὶ βαρβάρους Σαβείρους παμπληθεῖς· νῦν δὲ καὶ βασιλέα Χοσρόην στρατῷ ἀμυθήτῳ ἐνθάδε ἥκοντα ἐξαπιναίως αὐτοῖς ἀναμεμίχθαι καὶ οὐκ ἂν τὸ λοιπὸν οὐδὲ αὐτὴν Κόλχων τῇ στρατιᾷ ταύτῃ τὴν γῆν ἐπαρκέσειν.
16.9
ταῦτα τερατευσάμενος Θεοφόβιος ἐς δέος μέγα καὶ ἀμηχανίαν κατεστήσατο τοὺς ἐνταῦθα φρουρούς.
16.10
καὶ αὐτὸν ἐλιπάρουν πρὸς θεοῦ τοῦ πατρῴου ἱκετεύοντες τὰ παρόντα ὅση δύναμις εὖ θέσθαι σφίσι.
16.11
καὶ ὃς αὐτοῖς ὡμολόγει πρὸς τοῦ Χοσρόου ἀμφὶ τῇ σωτηρίᾳ τὰ πιστὰ οἴσειν, ἐφ’ ᾧ τὸ φρούριον ἐνδώσουσι Πέρσαις. Ἐπεί τε τοὺς ἀνθρώπους ταῦτα ἤρεσκεν, αὐτίκα ἐνθένδε ἀπαλλαγεὶς αὖθίς τε τῷ Μερμερόῃ ἐς ὄψιν ἥκων ἅπαντα ἔφραζεν.
16.12
ὁ δὲ Περσῶν ἄνδρας τοὺς δοκιμωτάτους ἀπολεξάμενος ξὺν αὐτῷ ἐς τὸ Οὐθιμέρεος ἔπεμψε, τά τε πιστὰ παρεξομένους ἀμφί τε τοῖς χρήμασι καὶ τῇ σωτηρίᾳ τοῖς τῇδε φρουροῖς καὶ τὸ φρούριον τοῦτο καθέξοντας.
16.13
οὕτω μὲν Πέρσαι τὸ Οὐθιμέρεος φρούριον ἔσχον καὶ Λαζικῆς τὴν ἐπικράτησιν ἰσχυρότατα ἐκρατύναντο.