Kitap 8
15.20
μόνος δὲ πρέσβεων ἁπάντων οὗτος ἐς πεῖραν φυλακῆς οὐδεμιᾶς ἦλθεν, ἀλλ’ αὐτός τε καὶ ὅσοι αὐτῷ βάρβαροι εἵποντο πολλοὶ ἐσάγαν ὄντες ἐν πολλῇ ἐξουσίᾳ ἐγένοντο ἐπὶ χρόνου μῆκος ἐντυγχάνειν τε καὶ ξυγγίνεσθαι οἷς ἂν βούλοιντο, καὶ τῆς πόλεως πανταχόσε περιπάτους ποιεῖσθαι, ὠνεῖσθαί τε καὶ ἀποδίδοσθαι ὅσα ἦν βουλομένοις σφίσι, καὶ ξυμβόλαια ποιεῖσθαι πάντα ἐργασίᾳ τε τῇ περὶ ταῦτα ἐνδιατρίβειν ξὺν πάσῃ ἀδείᾳ, καθάπερ ἐν πόλει αὐτῶν ἰδίᾳ, Ῥωμαίων αὐτοῖς οὐδενὸς ἑπομένου ἢ ξυνόντος ὅλως ἢ τηρεῖν ἀξιοῦντος, ᾗπερ εἰώθει.
15.21
Ἐν τούτῳ τῷ χρόνῳ τετύχηκέ τι τῶν οὔπω πρότερον, ὅσα γε ἡμᾶς εἰδέναι, γεγονότων ξυνενεχθῆναι. τοῦ μὲν γὰρ ἔτους μετόπωρον ἦν, αὐχμὸς δὲ καὶ πνιγμὸς ὥσπερ θέρους μέσου ἐγένετο θαυμαστὸν ὅσον· ὥστε ἀμέλει ῥόδων μὲν πλῆθος ἅτε ἦρος ὄντος ἐφύη, τῶν εἰωθότων οὐδενὶ τὸ παράπαν διαλλασσόντων.
15.22
καρποὺς δὲ τὰ δένδρα σχεδόν τι ἅπαντα νέους τινὰς αὖθις ἤνεγκε, κἀν ταῖς ἀμπέλοις οὐδέν τι ἧσσον ἐγένοντο βότρυες, καίπερ τοῦ τρυγήτου γεγενημένου ἡμέραις ἤδη οὐ πολλαῖς ἔμπροσθεν.
15.23
οἷς δὴ οἱ ταῦτα δεινοὶ τεκμηριούμενοι προὔλεγον ἀπροσδόκητον μέγα τι ἔσεσθαι, οἱ μὲν ἀγαθόν, οἱ δὲ τοὐναντίον.
15.24
ἐγὼ δὲ ταῦτα μὲν κατά τι ξυμβεβηκὸς γεγονέναι οἶμαι, νότων ἐπὶ πλεῖστον ἀνέμων, ᾗπερ εἰώθει, ἐπιπεσόντων καὶ θέρμης ἐνθένδε παρὰ τὰ ξυνειθισμένα πολλῆς τε καὶ οὐ κατὰ φύσιν τῆς ὥρας ἐπιγενομένης τῇ χώρᾳ.
15.25
εἰ δέ τι, ὥσπερ οὗτοί φασι, καὶ σημαίνει παρὰ δόξαν ἐσόμενον, βεβαιότατα ἐκ τῶν ἀποβησομένων εἰσόμεθα.