Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 8

14.45 Ταύτης δὲ τῆς πείρας ὁ Μερμερόης ἀποτυχὼν παντὶ τῷ στρατῷ ἐς Μοχήρησιν ἀπεχώρησεν, ἐπεὶ καὶ Ἀρχαιοπόλεως ἀποτυχόντες, Λαζικῆς τῆς ἄλλης τὴν ἐπικράτησιν ἐκ τοῦ ἐπὶ πλεῖστον οἱ Πέρσαι εἶχον.
14.46 Ἀρχαιοπόλεως δὲ ἡ Μοχήρησις ἡμέρας μιᾶς ὁδῷ ἀπέχει, πολλὰς καὶ πολυανθρώπους κώμας ἔχουσα—καὶ γῆς τῆς Κολχίδος αὕτη μάλιστα ἡ ἀρίστη ἐστίν· ἐπεὶ καὶ οἶνος ἐνταῦθα καὶ οἱ ἄλλοι καρποὶ ἀγαθοὶ φύονται, καίτοι τά γε ἄλλα τῆς Λαζικῆς οὐ ταύτῃ ἔχει.
14.47 ταύτην παραρρεῖ τὴν χώραν ποταμός, Ῥέων ὄνομα, οὗ δὴ καὶ φρούριον ᾠκοδομήσαντο ἐκ παλαιοῦ Κόλχοι, οὗπερ ὕστερον αὐτοὶ τὸ πλεῖστον ἐς ἔδαφος καθεῖλον, ἐπεὶ ἐν πεδίῳ κείμενον ἐσάγαν ὑπτίῳ εὐέφοδον σφίσιν ἔδοξεν εἶναι.
14.48 Κοτιάϊον δὲ τότε τὸ φρούριον ὠνομάζετο τῇ Ἑλλήνων φωνῇ, νῦν μέντοι Κόταϊς αὐτὸ καλοῦσι Λαζοὶ τῇ τῆς φωνῆς ἀγνοίᾳ τὴν τοῦ ὀνόματος διαφθείροντες ἁρμονίαν. ταῦτα μὲν Ἀριανὸς οὕτως ἱστόρησεν.
14.49 ἕτεροι δέ φασι πόλιν τε γεγονέναι ἐν τοῖς ἄνω χρόνοις τὸ χωρίον καὶ Κοίταιον καλεῖσθαι· ἔνθεν τε τὸν Αἰήτην ὡρμῆσθαι, καὶ ἀπ’ αὐτοῦ τοὺς ποιητὰς αὐτόν τε Κοιταϊέα καὶ γῆν τὴν Κολχίδα Κοιταΐδα καλεῖν.
14.50 Τοῦτο Μερμερόης τανῦν ἀνοικοδομήσασθαι ἐν σπουδῇ ἔχων, ἐπεὶ οὐδεμίαν παρασκευὴν τοῦ ἔργου εἶχεν, ἅμα δὲ καὶ ὁ χειμὼν ἤδη ἐνέκειτο, ξύλινα τοῦ φρουρίου ὅσα καταπεπτώκει ὡς τάχιστα ποιησάμενος αὐτοῦ ἔμενε.
14.51 τοῦ δὲ Κόταϊς ἄγχιστα φρούριον ἐχυρώτατόν ἐστιν, Οὐθιμέρεος ὄνομα· ἐν ᾧ δὴ φυλακτήριον ἐς τὸ ἀκριβὲς οἱ Λαζοὶ εἶχον.
14.52 μετεῖχον δὲ σφίσι τῆς τοῦ φρουρίου φυλακῆς καὶ Ῥωμαῖοι στρατιῶται ὀλίγοι τινές.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi