Kitap 8
13.16
ταῦτα Λαζοὶ μὲν τὸ παλαιὸν πόνῳ πολλῷ ἐφρούρουν, ἐπεὶ ἐνταῦθα τῶν ἐδωδίμων τὸ παράπαν οὐδὲν φύεται, ἀλλὰ φέροντες ἄνθρωποι ἐπὶ τῶν ὤμων τὰ ἐπιτήδεια ἐσεκομίζοντο.
13.17
βασιλεὺς δὲ Ἰουστινιανὸς κατ’ ἀρχὰς τοῦδε τοῦ πολέμου Λαζοὺς ἀναστήσας ἐνθένδε Ῥωμαίων φρουρὰν στρατιωτῶν κατεστήσατο.
13.18
οἳ δὴ οὐ πολλῷ ὕστερον, πιεζόμενοι τῶν ἀναγκαίων τῇ ἀπορίᾳ, τὰ φρούρια ταῦτα ἐξέλιπον, ἐπεὶ αὐτοὶ μὲν ἐλύμοις ἀποζῆν ὥσπερ οἱ Κόλχοι ἐς πλείω χρόνον, οὐκ εἰωθὸς σφίσιν, ὡς ἥκιστα εἶχον, Λαζοὶ δὲ αὐτοῖς μακρὰν ὁδὸν πορευόμενοι φέροντές τε τὰ ἐπιτήδεια πάντα οὐκέτι ἀντεῖχον.
13.19
Πέρσαι δὲ αὐτὰ καταλαβόντες ἔσχον, ἔν τε ταῖς σπονδαῖς αὐτὰ Ῥωμαῖοι ἀπέλαβον τὰς ἀντιδόσεις Βώλου τε τοῦ φρουρίου καὶ τοῦ Φαραγγίου πεποιημένοι, ὥσπερ μοι ταῦτα ἐν τοῖς ἔμπροσθεν λόγοις πάντα ἐρρήθη.
13.20
Λαζοὶ μὲν οὖν ταῦτα τὰ φρούρια ἐς ἔδαφος καθεῖλον, ὡς μὴ αὐτὰ Πέρσαι ἐπιτειχίσματα κατὰ σφῶν ἔχοιεν. Πέρσαι δὲ αὐτοῖν θάτερον, ὅπερ Σκάνδα καλοῦσιν, αὖθις οἰκοδομησάμενοι ἔσχον, ὅ τε Μερμερόης ἐπίπροσθεν ἦγε τὸν Μήδων στρατόν.
13.21
Ἦν δὲ πόλις ἐν τῷ πεδίῳ, Ῥοδόπολις ὄνομα, ἥπερ ὑπηντίαζε πρώτη τοῖς ἐς τὴν Κολχίδα ἐξ Ἰβηρίας ἐσβάλλουσιν, εὐέφοδός τε καὶ ἐπιμαχωτάτη ἐς τὰ μάλιστα.
13.22
διὸ δὴ αὐτὴν πολλῷ πρότερον δείσαντες Λαζοὶ τὴν Περσῶν ἔφοδον ἐς ἔδαφος καθεῖλον. ὅπερ ἐπεὶ οἱ Πέρσαι ἔμαθον,
13.23
εὐθὺ Ἀρχαιοπόλεως ᾔεσαν. γνοὺς δὲ ὁ Μερμερόης τοὺς πολεμίους ἀμφὶ τὰς ἐκβολὰς ἐνστρατοπεδεύεσθαι ποταμοῦ Φάσιδος ἐπ’ αὐτοὺς ἤλαυνεν.