Kitap 8
12.17
δι’ ὅσης τε σπουδῆς ὁ Χοσρόης Λαζικὴν ἦγε τηνικάδε φανερὸν γέγονεν· ὅς γε στρατιώτας μὲν τοὺς πάντων λογιμωτάτους ἀπολεξάμενος ἐν τῷ τῆς Πέτρας κατεστήσατο φυλακτηρίῳ, ὅπλα δὲ κατέθετο τοσαῦτα τὸ πλῆθος, ὥστε ληϊσαμένων αὐτὰ Ῥωμαίων στρατιώτῃ ἑκάστῳ πέντε ἀνδρῶν ἐπιβαλεῖν σκευήν, καίτοι κἀν τῇ ἀκροπόλει πολλὰ καυθῆναι ξυνέβη.
12.18
εὕρηται δὲ καὶ σίτου καὶ τεταριχευμένων κρεῶν μέγα τι χρῆμα καὶ τῶν ἄλλων ἐπιτηδείων, ὅσα δὴ ἔμελλε πενταετὲς τοῖς πολιορκουμένοις πᾶσιν ἐπαρκέσειν.
12.19
οἶνον δὲ οὐκ ἔτυχον ἐνταῦθα καταθέμενοι Πέρσαι, πλήν γε ὅτι τόν τε ὀξίνην καὶ διαρκῆ κύαμον.
12.20
ἐπεὶ δὲ καὶ ὕδωρ ἐκ τοῦ ὀχετοῦ ἐπίρρεον ἐνταῦθα Ῥωμαῖοι εὗρον, ἐν θαύματι μεγάλῳ γενόμενοι διηποροῦντο, ἕως τὸν πάντα λόγον ἀμφὶ τοῖς κρυφίοις ὀχετοῖς ἔμαθον. ὅ τι δὲ τοῦτό ἐστιν αὐτίκα δηλώσω.
12.21
Ἡνίκα Πέτραν ὁ Χοσρόης ἑλὼν τῇδε τὸ φυλακτήριον κατεστήσατο, εὖ εἰδὼς ὡς Ῥωμαῖοι προσεδρεύσουσι μὲν αὐτῇ μηχανῇ πάσῃ, εὐθὺς δὲ διελεῖν τὴν ὀχεταγωγίαν μελλήσει οὐδεμιᾷ ἐγχειρήσουσιν, ἐπενόει τοιάδε.
12.22
τοῦτο δὴ τὸ ὕδωρ ὅπερ ἐς τὴν πόλιν εἰσήγετο ἐς τρεῖς διελὼν μοίρας κατώρυχά τε βαθεῖαν κομιδῆ ποιησάμενος, ὀχετοὺς ἐτεκτήνατο τρεῖς, τὸν ἕνα μὲν κάτω ἐς τῆς κατώρυχος ταύτης τὰ ἔσχατα, κόπρῳ καὶ λίθοις καλύψας ἄχρι ἐς τὰ τῆς κατώρυχος μέσα· ἐνταῦθά τε κρύψας τὸν δεύτερον, ὕπερθεν τὸν τρίτον ἐδείματο, ὑπὲρ γῆς τε ὄντα καὶ ὁρατὸν πᾶσιν· ὥστε τριώροφον κεκρυμμένως τὸν ὀχετὸν εἶναι.