Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 8

11.62 ἐξηνθρακωμένοι τε ἅπαντες ἔπεσον, οἱ μὲν ἐντὸς τοῦ περιβόλου, οἱ δὲ τούτου ἐκτός, ἵνα δὴ αἵ τε μηχαναὶ καὶ οἱ ἀμφ’ αὐτὰς Ῥωμαῖοι ἑστήκεσαν· οὕτω δὲ καὶ οἱ ἄλλοι Ῥωμαῖοι, ὅσοι δὴ ἐς τοῦ περιβόλου τὰ καταπεπτωκότα ἐμάχοντο, ἐνδιδόντων σφίσι τῶν πολεμίων ἔς τε ὀλιγωρίαν ἐμπεπτωκότων, ἐντὸς τοῦ περιβόλου ἐγένοντο, καὶ κατ’ ἄκρας ἡ Πέτρα ἑάλω.
11.63 Τῶν μὲν οὖν Περσῶν ἐς πεντακοσίους ἐς τὴν ἀκρόπολιν ἀναδραμόντες καὶ τὸ ἐκείνῃ καταλαβόντες ὀχύρωμα ἡσυχῆ ἔμενον, τοὺς δὲ ἄλλους Ῥωμαῖοι, ὅσους οὐκ ἔκτειναν ἐν τῇ ξυμβολῇ, ἐζώγρησαν ἅπαντας ἐς τριάκοντα καὶ ἑπτακοσίους μάλιστα ὄντας.
11.64 καὶ αὐτῶν ὀκτὼ μὲν καὶ δέκα ἀκραιφνεῖς εὗρον, οἱ δὲ λοιποὶ ἅπαντες τραυματίαι ὄντες ἐτύγχανον. ἔπεσον δὲ καὶ Ῥωμαίων πολλοί τε καὶ ἄριστοι, καὶ Ἰωάννης ὁ Θωμᾶ υἱός, λίθῳ τὴν κεφαλὴν ἐν τῇ ἐς τὴν πόλιν εἰσόδῳ πρός του τῶν βαρβάρων βληθεὶς ἔργα τε θαυμαστὰ ἐς τοὺς πολεμίους ἐπιδειξάμενος.
12.1 Τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ Ῥωμαῖοι τῶν βαρβάρων τοὺς τὴν ἀκρόπολιν καταλαβόντας πολιορκοῦντες λόγους προὔφερον, τήν τε σωτηρίαν αὐτοῖς προτεινόμενοι καὶ τὰ πιστὰ δώσειν ὑπὲρ τούτων ὁμολογοῦντες, ταύτῃ Πέρσας καραδοκοῦντες σφᾶς αὐτοὺς ἐγχειριεῖν σφίσιν.
12.2 οἱ δὲ αὐτῶν οὐκ ἐνδεχόμενοι τοὺς λόγους ἐς ἀντίστασιν εἶδον, καίπερ οὐκ ἐπὶ πολὺ ἀνθέξειν τῇ ταλαιπωρίᾳ οἰόμενοι, ἀλλὰ δι’ ἀρετὴν θανατῶντες.
12.3 Βέσσας δὲ αὐτοὺς ἀποστῆσαι τῆς γνώμης ἐθέλων ἀντικαταστῆσαί τε ἐς τὴν τῆς σωτηρίας ἐπιθυμίαν, τῶν τινὰ Ῥωμαίων στρατιωτῶν ὡς πλησιαίτατα αὐτοῖς ἰέναι κελεύει παραίνεσίν τέ τινα ἐς τοὺς ἀνθρώπους ποιήσασθαι, δηλώσας ὅσα δὴ ἐς αὐτοὺς εἰπεῖν βούλοιτο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi