Kitap 8
11.57
οὕτω δὲ πονουμένων ἀμφοτέρων ἔτι τῶν στρατευμάτων καὶ οὔτε Περσῶν ἀποκρούεσθαι δυναμένων ἐγκειμένους σφίσι τοὺς πολεμίους οὔτε Ῥωμαίων βιάζεσθαι παντάπασι τὴν εἴσοδον οἵων τε ὄντων, νεανίας ἀνήρ, Ἀρμένιος γένος, Ἰωάννης ὄνομα, Θωμᾶ υἱὸς ὅνπερ ἐπίκλησιν ἐκάλουν Γούζην, τὰ μὲν καταπεπτωκότα τοῦ περιβόλου καὶ τοὺς ἐνταῦθα ὠθισμοὺς εἴασεν, Ἀρμενίων δὲ τῶν οἱ ἑπομένων ἐπαγαγόμενος ὀλίγους τινὰς διὰ τοῦ κρημνωδους, ᾗπερ ἅπαντες τὴν πόλιν ἀνάλωτον εἶναι ὑπώπτευον, βιασάμενος ἀνέβη τοὺς ταύτῃ φρουρούς.
11.58
κατά τε τὰς ἐπάλξεις γενόμενος ἕνα Περσῶν τῶν τῇδε ἀμυνομένων, ὅσπερ μαχιμώτατος ἐδόκει εἶναι, δόρατι ἔκτεινεν. ἐσβατόν τε Ῥωμαίοις ξυνηνέχθη τρόπῳ τοιῷδε.
11.59
Πέρσαι οἳ ἐν πύργῳ τῷ ξυλίνῳ ἑστήκεσαν μέγα τι χρῆμα τῶν πυρφόρων ἀγγείων ὑφῆψαν, ὅπως τῶν βαλλομένων τῷ περιόντι καταφλέξαι αὐτοῖς ἀνδράσι τὰς μηχανὰς οἷοί τε ὦσιν, οὐ δυναμένων τῶν ἀμυνομένων ἅπαντα τοῖς κοντοῖς διωθεῖσθαι.
11.60
πνεῦμα δὲ νότου σκληρόν τε καὶ ὑπερφυὲς ἄγαν ἐξαπιναίως ἐξ ἐναντίας αὐτοῖς ξὺν πολλῷ πατάγῳ ἐπιπεσόν, τῶν τοῦ πύργου σανίδων ἀμηγέπη μιᾶς ἥψατο.
11.61
οὐ ξυνιέντων δὲ αὐτίκα τῶν ἐνταῦθα Περσῶν ʽπόνῳ γὰρ καὶ θορύβῳ καὶ δέει καὶ ταραχῇ ἀμέτρῳ εἴχοντο ἅπαντες, ἥ τε ἀνάγκη αὐτοῖς παρῃρεῖτο τὴν αἴσθησιν’ ἡ φλὸξ κατὰ βραχὺ αἰρομένη τῷ τε τῆς Μηδείας ἐπωνύμῳ ἐλαίῳ καὶ οἷσπερ ἄλλοις ἐξήρτυτο τὸν πύργον ὅλον καὶ Πέρσας τοὺς ἐνταῦθα ἐνέπρησεν.