Kitap 8
11.37
ἀλλ’ οἱ παρὰ ταύτας, ὥσπερ μοι ἐρρήθη, ἑστῶτες, τοῖς κοντοῖς, ὧνπερ ἐπεμνήσθην ἀρτίως, ἐνδελεχέστατα περιαιροῦντες τὰ βαλλόμενα καὶ περικαθαίροντες, ἅπαντα ἐς τὸ ἔδαφος ἐκ τῶν μηχανῶν εὐθὺς ἐρρίπτουν.
11.38
οὐκ ἐπὶ πολὺ δὲ πρὸς τὸ ἔργον τοῦτο ἀνθέξειν ὑπώπτευον· τὸ γὰρ πῦρ οὗ προσψαύσειεν ἐνεπίμπρα αὐτίκα, εἰ μὴ εὐθυωρὸν ἀποβληθείη. ταῦτα μὲν οὖν ἐπράσσετο τῇδε.
11.39
Βέσσας δὲ αὐτὸς τεθωρακισμένος καὶ ἅπαν ἐξοπλίσας τὸ στράτευμα κλίμακας πολλὰς ἐς τὸ πεπτωκὸς τοῦ τείχους προῆγε.
11.40
καὶ λόγῳ τοσοῦτον παραθαρρύνας, ὅσον μὴ ἀμβλῦναι τοῦ καιροῦ τὴν ἀκμήν, ἔργοις τῆς παρακελεύσεως τὰ λοιπὰ ἔνειμεν. ἀνὴρ γὰρ πλέον ἢ ἑβδομήκοντα γεγονὼς ἐτῶν καὶ παντάπασιν ἔξωρος ὢν ἤδη πρῶτος ἐπέβη τῆς κλίμακος.
11.41
ἐνταῦθα μάχη καὶ ἀρετῆς ἐπίδειξις γίνεται Ῥωμαίοις τε καὶ Πέρσαις οἵαν ἔγωγε κατὰ τοῦτον τὸν χρόνον οὐδαμῆ οἶμαι ξυνενεχθῆναι.
11.42
τὸ μὲν γὰρ βαρβάρων πλῆθος εἰς δισχιλίους καὶ τριακοσίους ξυνῄει, Ῥωμαῖοι δὲ ἐς ἑξακισχιλίους ἐτύγχανον ὄντες.
11.43
καὶ αὐτῶν ἑκατέρωθεν ὅσοι οὐ διεφθάρησαν τραυματίαι σχεδόν τι γεγόνασι πάντες, ὀλίγοις τε λίαν ἐπ’ ἀθῴοις τοῖς σώμασι περιεῖναι ξυνέβη. Ῥωμαῖοι μὲν οὖν τὴν ἀνάβασιν ἐβιάζοντο δυνάμει τῇ πάσῃ, Πέρσαι δὲ αὐτοὺς πόνῳ πολλῷ ἀπεκρούοντο.
11.44
ἀμφοτέρωθεν δὲ κτεινομένων πολλῶν οὐ μακράν που ἐγένοντο τοῦ ἀπεῶσθαι τὸν κίνδυνον Πέρσαι· ὠθισμοῦ γὰρ πολλοῦ ἐν τῇ τῶν κλιμάκων ὑπερβολῇ γεγενημένου ἄλλοι τε Ῥωμαίων συχνοὶ ἅτε πολεμίοις καθύπερθεν οὖσι μαχόμενοι ἔθνησκον καὶ Βέσσας ὁ στρατηγὸς ἐς τὸ ἔδαφος πεσὼν ἔκειτο.