Kitap 8
11.28
ἐς χρείαν δὲ πολλάκις ἐς τὸν πάντα αἰῶνα κατέστησαν τῆς μηχανῆς ἑκάτεροι ταύτης, ἐς ἐρύματα τειχομαχοῦντες ἐν χωρίοις σκληροῖς καὶ δυσβάτοις τισὶ κείμενα· ἀλλ’ αὐτῶν οὐδενὶ τὸ ἐνθύμημα τοῦτο γεγένηται ὅπερ τούτοις δὴ τοῖς βαρβάροις τανῦν γέγονεν· οὕτως ἀεὶ προϊόντι τῷ χρόνῳ συννεωτερίζειν τῶν πραγμάτων τὰς ἐπινοίας φιλεῖ τῶν ἀνθρώπων ἡ φύσις.
11.29
κριὸν γὰρ αὐτοσχεδιάζουσιν οἱ Σάβειροι οὗτοι, οὐχ ᾗπερ εἰώθει,
11.30
ἀλλὰ καινουργήσαντες ἑτέρῳ τῳ τρόπῳ. οὐ γὰρ δοκοὺς ἐς τὴν μηχανὴν ταύτην, οὐκ ὀρθάς, οὐκ ἐγκαρσίας ἐμβέβληνται, ἀλλὰ ῥάβδους παχείας τινὰς ἐς ἀλλήλας ξυνδέοντες, καὶ αὐτὰς ἀντὶ τῶν δοκῶν πανταχόθι ἐναρμοσάμενοι, βύρσαις τε τὴν μηχανὴν καλύψαντες ὅλην τὸ τοῦ κριοῦ διεσώσαντο σχῆμα, μίαν δοκὸν μόνην, ᾗπερ εἴθισται, κατὰ μέσην τὴν μηχανὴν ἁλύσεσιν ἀναρτήσαντες χαλαραῖς τισίν, ἧσπερ τὸ ἄκρον ὀξὺ γεγενημένον καὶ σιδήρῳ περικαλυφθὲν ὥσπερ βέλους ἀκὶς ἔμελλε συχνὰ κατὰ τοῦ περιβόλου ἐμβάλλεσθαι.
11.31
οὕτω δὲ κούφην τὴν μηχανὴν ἀπειργάσαντο, ὥστε οὐκέτι αὐτὴν πρὸς ἀνδρῶν τῶν ἔνδον ὄντων ἐφέλκεσθαι ἢ διωθεῖσθαι ἀναγκαῖον ἐγίνετο, ἀλλ’ ἄνδρες τεσσαράκοντα, οἳ καὶ τὴν δοκὸν ἀνασύρειν τε καὶ κατὰ τοῦ περιβόλου ἐμβάλλεσθαι ἔμελλον, ἔνδον τῆς μηχανῆς ὄντες καὶ ὑπὸ τῶν βυρσῶν καλυπτόμενοι ἔφερον τὸν κριὸν ἐπὶ τῶν ὤμων οὐδενὶ πόνῳ.