Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 8

11.24 τούτων δὲ τῶν ἀρχόντων οἱ μέν τινές εἰσι τῷ Ῥωμαίων αὐτοκράτορι, οἱ δὲ τῷ Περσῶν βασιλεῖ ἐκ παλαιοῦ γνώριμοι. τοῖν τε βασιλέοιν ἑκάτερος χρυσίον εἰώθει τακτὸν τοῖς αὑτοῦ ἐνσπόνδοις προΐεσθαι, οὐκ ἐπέτειον μέντοι, ἀλλ’ ἡνίκα ἂν ἐς τοῦτο αὐτὸν ἡ χρεία ἐνάγοι.
11.25 τότε οὖν Ἰουστινιανὸς βασιλεὺς τῶν Σαβείρων τούς οἱ ἐπιτηδείους ἐς τὴν ὁμαιχμίαν παρακαλῶν ἔστειλέ τινα τὸν τὰ χρήματα παρ’ αὐτοὺς κομιοῦντα.
11.26 ὁ δὲ ʽπολεμίων γὰρ μεταξὺ ὄντων ἐς ὄρη τὰ Καυκάσια ἰέναι ξὺν τῷ ἀσφαλεῖ ἄλλως τε καὶ χρήματα ἐπαγόμενος οὐδαμῆ εἶχεν’ ἀφικνεῖται μὲν παρά τε τὸν Βέσσαν καὶ τὸ Ῥωμαίων στρατόπεδον, ὅπερ ἐς τὴν Πέτρας πολιορκίαν καθίστατο, παρὰ δὲ τοὺς Σαβείρους πέμψας ἐκέλευσεν αὐτῶν τινὰς ὅτι τάχιστα τοὺς τὰ χρήματα ληψομένους παρ’ αὐτον ἥκειν, οἵ τε βάρβαροι τρεῖς ἀπολεξάμενοι τῶν ἐν σφίσιν ἀρχόντων, ξὺν ὀλίγοις τισὶν ἐς Λαζικὴν εὐθὺς ἔπεμψαν· οἳ δὴ ἐνταῦθα γενόμενοι ξὺν τῷ Ῥωμαίων στρατῷ ἐς τήνδε τὴν τειχομαχίαν κατέστησαν.
11.27 Οὗτοι ἐπειδὴ Ῥωμαίους εἶδον ἀπογνόντας τε καὶ ἀπορουμένους τὸ παρὸν θέσθαι, μηχανήν τινα ἐπετεχνήσαντο, οἵα οὔτε Ῥωμαίων οὔτε Περσῶν τινί, ἐξ οὗ γεγόνασιν ἄνθρωποι, ἐς ἔννοιαν ἦλθε· καίτοι τεχνιτῶν μὲν πολὺς ὅμιλος ἐν ἑκατέρᾳ πολιτείᾳ γέγονέ τε ἀεὶ καὶ τανῦν ἔστιν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi