Kitap 8
11.17
καὶ τὸν χῶρον κενώσαντες ὅλον ἐκ τῶν δοκῶν ὧνπερ ἐπεμνήσθην ἀρτίως ἐπὶ πλεῖστον τῆς γῆς τὸν μὲν περίβολον κατασεῖσαι κατὰ πολὺ ἴσχυσαν, μοῖρά τε αὐτοῦ ἐξαπιναίως κατεπεπτώκει, οὐ μέντοι οὔτε πη ἐπὶ θάτερα τὸ πεπτωκὸς τοῦτο ἐκλίθη οὔτε τις αὐτῷ τῶν λίθων ἐπιβολὴ ξυνεταράχθη, ἀλλ’ ἀκραιφνὲς ὅλον εὐθείᾳ τινὶ καταβάσει, ὥσπερ ἐκ μηχανῆς, ἐς τὸν κενωθέντα χῶρον καταβὰν ἔστη, καὶ τὴν οἰκείαν ἐφύλασσε χώραν, οὐκ ἐς ὕψος ὅσον τὰ πρότερα, ἀλλ’ ἔς τι ἧσσον.
11.18
κενωθέντος οὖν παντὸς τοῦ τῶν δοκῶν ἔνερθεν χώρου ὑφιζάνειν αὐτὰς ἐνταῦθα ξὺν τῇ ὑπὲρ αὐτὰς οἰκοδομίᾳ πάσῃ ξυνέβη.
11.19
Τοῖς δὲ Ῥωμαίοις οὐδ’ ὣς ἐσβατὸν ἐγεγόνει τὸ τεῖχος. ὁ γὰρ τῶν Περσῶν ὅμιλος, ἡνίκα πολὺς ξὺν τῷ Μερμερόῃ ἐνταῦθα ἦλθε, μέγα τι χρῆμα τῇ πρόσθεν οἰκοδομίᾳ ἐνθέμενοι ὑψηλὸν ἐσάγαν τὸν περίβολον ἐτεκτήναντο.
11.20
Ῥωμαῖοι μὲν οὖν, ἐπειδὴ τοῦ περιβόλου τὸ κατασεισθὲν αὖθις ἑστηκὸς εἶδον, διηποροῦντό τε καὶ ἀμηχανίᾳ πολλῇ εἴχοντο.
11.21
οὔτε γὰρ διορύσσειν ἔτι ἠδύναντο, ἐς τοῦτο ἀποκεκριμένης τῆς κατώρυχος σφίσι, κριῷ τε χρῆσθαι οὐδαμῆ εἶχον, ἐπεὶ ἐν μὲν τῷ ἀνάντει ἐτειχομάχουν, ἡ δὲ μηχανὴ αὕτη ἐφέλκεσθαι οὐχ οἵα τέ ἐστιν ὅτι μὴ ἐν χωρίῳ ὁμαλῷ τε καὶ λίαν ὑπτίῳ.
11.22
Τύχῃ δέ τινι ξυνεκύρησεν ἐν τούτῳ τῷ Ῥωμαίων στρατῷ εἶναι βαρβάρων τῶν Σαβείρων ὀλίγους τινὰς ἐξ αἰτίας τοιᾶσδε.
11.23
οἱ Σάβειροι ἔθνος μέν ἐστιν Οὐννικόν, ᾤκηνται δὲ ἀμφὶ τὰ Καυκάσια ὄρη, πάμπολυ πλῆθος μὲν ἐσάγαν ὄντες, ἐς ἀρχὰς δὲ πολλὰς ἐπιεικῶς διῃρημένοι.