Kitap 8
11.11
Ἐν μὲν οὖν Βυζαντίῳ ταῦτα ἐπράσσετο. Βέσσας δὲ παντὶ τῷ Ῥωμαίων στρατῷ Πέτρας ἐς πολιορκίαν καθίστατο. Ῥωμαῖοι μὲν οὖν ἀμφὶ τὸ τεῖχος διώρυσσον, ἵνα δὴ καὶ Δαγισθαῖος τὰ πρότερα τὴν διώρυχα πεποιημένος τὸν περίβολον ταύτῃ καθεῖλεν. ὅτου δὲ δὴ ἕνεκα ἐς τὸν αὐτὸν χῶρον ὤρυσσον, ἐγὼ δηλώσω.
11.12
οἱ τὴν πόλιν τὸ ἐξ ἀρχῆς ταύτην δειμάμενοι, ἐπὶ πέτρας μὲν ἔθεντο ἐκ τοῦ ἐπὶ πλεῖστον τὰ τοῦ περιβόλου θεμέλια, ἐνιαχῆ δὲ καὶ ὑπὲρ χώματος αὐτὰ ξυνέβαινε κεῖσθαι.
11.13
ἦν δέ τις τοῦ τείχους μοῖρα ἐς τῆς πόλεως τὰ πρὸς ἑσπέραν οὐ λίαν εὐρεῖα, ἧς δὴ ἑκατέρωθεν ἐπὶ πέτρας τινὸς σκληρᾶς τε καὶ ἀμηχάνου τοῦ περιβόλου τὰ θεμέλια ἐτεκτήναντο.
11.14
ταύτην τοίνυν τὴν μοῖραν Δαγισθαῖός τε τὰ πρότερα καὶ τανῦν Βέσσας διώρυσσον ὁμοίως, οὐκ ἐφιείσης τῆς τοῦ χωρίου φύσεως σφίσι περαιτέρω ἰέναι, ἀλλὰ τὸ τῆς διώρυχος μῆκος συμμετρούσης τε αὐτοῖς καὶ πρυτανευούσης εἰκότως.
11.15
Ἡνίκα οὖν Πέρσαι μετὰ τὴν Δαγισθαίου ὑπαγωγὴν τὸ καταπεπτωκὸς τοῦτο τοῦ τείχους ἀνοικοδομήσασθαι ἤθελον, οὐ κατὰ τὰ πρότερα τὴν οἰκοδομίαν πεποίηνται, ἀλλὰ τρόπῳ τοιῷδε.
11.16
κάχληκος τὸν κενωθέντα ἐμπλησάμενοι χῶρον δοκοὺς παχείας αὐτοῦ ὕπερθεν ἔθεντο, ἅσπερ ἐνδελεχέστατα ξύσαντες ὁμαλάς τε παντάπασι καταστησάμενοι ἔζευξαν μὲν ἐς ἀλλήλας ἐς μέγα τι εὖρος, κρηπῖδα δὲ αὐτὰς ἀντὶ θεμελίων ποιησάμενοι τοῦ περιβόλου καθύπερθεν αὐτῶν ἐτεκτήναντο τὴν οἰκοδομίαν ἐμπείρως. ὅπερ οὐ ξυνέντες Ῥωμαῖοι ἔνερθεν τῶν θεμελίων ποιεῖσθαι τὴν διώρυχα ᾤοντο.