Kitap 8
11.3
ὁ δὲ αὐτὸν ἀπεπέμψατο, ἕψεσθαί οἱ ἄνδρα οὐκ ἐς μακρὰν ὑποσχόμενος τὸν ταῦτα διαθησόμενον, ὅπη ἑκατέροις ξυνοίσειν μέλλει.
11.4
Ἰσδιγούσναν τε αὖθις οὐ πολλῷ ὕστερον ἔπεμψεν, ὀφρυάζοντά τε καὶ ἀλαζονείᾳ τινὶ ἀμυθήτῳ ἐχόμενον, οὗ δὴ ὅ τε τῦφος καὶ τὸ φύσημα φορητὸν εἶναι Ῥωμαίων οὐδενὶ ἔδοξεν.
11.5
ἐπήγετο δὲ τήν τε γυναῖκα καὶ τὰς παῖδας καὶ τὸν ἀδελφόν, ἑπομένων τε καὶ θεραπευόντων πάμπολυ πλῆθος. εἴκασεν ἄν τις ἐς παράταξιν τοὺς ἄνδρας ἰέναι.
11.6
εἵποντο δὲ αὐτῷ καὶ δύο τῶν ἐν Πέρσαις λογιμωτάτων, οἳ δὴ καὶ διαδήματα ἐπὶ τῶν κεφαλῶν χρυσᾶ ἐφόρουν.
11.7
ἔδακνέ τε τοὺς ἐν Βυζαντίῳ ἀνθρώπους, ὅτι δὴ αὐτὸν Ἰουστινιανὸς βασιλεὺς οὐ κατὰ πρεσβευτήν, ἀλλὰ πολλῷ ἔτι μᾶλλον φιλοφροσύνης τε καὶ μεγαλοπρεπείας ἠξίωσε.
11.8
Βραδούκιος μέντοι ξὺν αὐτῷ ἐς Βυζάντιον οὐκέτι ἦλθεν, ἐπεὶ Χοσρόην φασὶν αὐτὸν ἐξ ἀνθρώπων ἀφανίσαι, ἄλλο οὐδὲν τῷ ἀνθρώπῳ ἐπενεγκόντα, πλήν γε δὴ ὅτι ὁμοτράπεζος τῷ Ῥωμαίων βασιλεῖ γέγονεν.
11.9
“οὐ γὰρ ἄν,” ἔφη, “έρμηνεύς γε ὢν ἐς τοῦτο ἀξιώματος πρὸς βασιλέως ἀφίκετο, εἰ μὴ καταπροδοὺς ἔτυχε τὰ Περσῶν πράγματα.” τινὲς δὲ τὸν Ἰσδιγούσναν αὐτὸν διαβαλεῖν φασίν, ὡς λάθρα Ῥωμαίοις ἐς λόγους ἔλθοι.
11.10
τὰ δὲ πρῶτα ὁ πρεσβευτὴς οὗτος βασιλεῖ ἐντυχὼν οὐ μικρὸν ἀμφὶ τῇ εἰρήνῃ, οὐ μέγα εἶπεν, ἀλλ’ ᾐτιᾶτο Ῥωμαίους ἐς τὴν ἐκεχειρίαν ἠδικηκέναι, Ἀρέθαν τε καὶ Σαρακηνοὺς τοὺς Ῥωμαίων ἐνσπόνδους Ἀλαμουνδάρῳ ἐν σπονδαῖς λυμήνασθαι φάσκων, ἄλλα τε οὐκ ἀξιόλογα ἐπιφέρων ἐγκλήματα, ὧνπέρ μοι ἐπιμνησθῆναι οὔτι ἀναγκαῖον ἔδοξεν εἶναι.