Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 8

8.35 ὑφ’ ὅτου μέντοι οὗτος ἀνὴρ βληθείη, φανερὸν οὐδενὶ γέγονε· τύχῃ γάρ τινι ἐκ τοῦ ὁμίλου ἰὼν ὁ ἄτρακτος ἔς τε τοῦ ἀνθρώπου τὸν αὐχένα παγεὶς εὐθυωρὸν αὐτὸν διεχρήσατο, ἑνός τε θανάτῳ ἀνδρὸς ἥ τε μάχη ἐκλίθη καὶ πρὸς τοὺς Ῥωμαίους ἡ νίκη ἐχώρει.
8.36 ὁ μὲν γὰρ ἐκ τοῦ ἵππου ἐς τὸ ἔδαφος ἐπὶ στόμα πεσὼν ἔκειτο, δρόμῳ δὲ πολλῷ ἐπὶ τὸ χαράκωμα οἱ βάρβαροι ᾔεσαν, οἵ τε Ῥωμαῖοι ξὺν τοῖς Λαζοῖς ἐπισπόμενοι πολλοὺς ἔκτεινον, ἐλπίδα ἔχοντες αἱρήσειν αὐτοβοεὶ τὸ τῶν ἐναντίων στρατόπεδον.
8.37 ἀλλά τις τῶν Ἀλανῶν εὐψυχίας πέρι καὶ σώματος ἰσχύος εὖ ἥκων, τοξεύειν τε συχνὰ ἐφ’ ἑκάτερα διαφερόντως ἐξεπιστάμενος, ἐς τοῦ χάρακος τὴν εἴσοδον στενοτάτην οὖσαν εἱστήκει, ἐμπόδιός τε τοῖς ἐπιοῦσι παρὰ δόξαν ἐπὶ πλεῖστον ἐγίνετο.
8.38 Ἰωάννης δέ, ὁ τοῦ Θωμᾶ παῖς, μόνος ὡς ἀγχοτάτω παρ’ αὐτὸν ἥκων ἐξαπιναίως τὸν ἄνθρωπον δόρατι ἔκτεινεν, οὕτω τε Ῥωμαῖοι καὶ Λαζοὶ τοῦ στρατοπέδου ἐκράτησαν. καὶ τῶν βαρβάρων πλεῖστοι μὲν αὐτοῦ διεφθάρησαν, οἱ δὲ λοιποὶ ἀπεκομίσθησαν ἐς τὰ πάτρια ἤθη, ὡς ἑκάστῳ δυνατὰ γέγονεν.
8.39 αὕτη μὲν οὖν ἡ Περσῶν ἐσβολὴ ἐς γῆν τὴν Κολχίδα γενομένη ἐς τοῦτο ἐτελεύτα. καὶ ἄλλη δὲ Περσῶν στρατιὰ τοὺς ἐν Πέτρᾳ φρουροὺς τῷ τε τῶν ἐπιτηδείων πλήθει καὶ πᾶσι τοῖς ἄλλοις ἐπιρρώσαντες ἀνεχώρησαν.
9.1 Ἐν τούτῳ δὲ τάδε ξυνηνέχθη γενέσθαι. Λαζοὶ Δαγισθαῖον ἐς βασιλέα διέβαλλον, ἐς Βυζάντιον ἥκοντες, προδοσίαν τε καὶ μηδισμὸν ἐπιφέροντες.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi