Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 8

8.21 Ἦν δέ τις Ἀρταβάνης ὄνομα ἐν τούτῳ τῷ Ῥωμαίων στρατῷ, Περσαρμένιος γένος, ὅσπερ ἐς Ἀρμενίους τοὺς Ῥωμαίων κατηκόους πολλῷ πρότερον ἀπηυτομοληκὼς ἔτυχεν, οὐχ ἁπλῶς, ἀλλὰ φόνῳ Περσῶν εἴκοσι καὶ ἑκατὸν ἀνδρῶν μαχίμων Ῥωμαίοις τὴν ἐς αὐτοὺς πίστιν πεποιημένος ἐχέγγυον.
8.22 Βαλεριανῷ γὰρ τότε στρατηγοῦντι ἐν Ἀρμενίοις ἐς ὄψιν ἐλθὼν ἄνδρας πεντήκοντα Ῥωμαίους οἱ αὐτῷ διδόναι ἐδεῖτο· τυχών τε ὦνπερ ἐβούλετο, ἐς φρούριον ἐν Περσαρμενίοις κείμενον ᾔει.
8.23 οὗ δὴ ἑκατόν τε καὶ εἴκοσι Περσῶν φυλακτήριον ὑπὸ τῷ φρουρίῳ αὐτὸν ξὺν τοῖς ἑπομένοις ἐδέξαντο, οὔπω ἔνδηλον ὄντα ὅτι δὴ μεταπορευθεὶς τὴν πολιτείαν νεωτερίζει.
8.24 ὁ δὲ τούς τε εἴκοσι καὶ ἑκατὸν κτείνας καὶ ξύμπαντα ληισάμενος τὰ ἐν τῷ φρουρίῳ χρήματα, μεγάλα ὑπερφυῶς ὄντα, παρὰ Βαλεριανὸν καὶ τὸ Ῥωμαίων στράτευμα ἦλθε, πιστός τε σφίσιν ἀπ’ αὐτοῦ φανεὶς Ῥωμαίοις τὸ λοιπὸν ξυνεστράτευεν.
8.25 οὗτος Ἀρταβάνης ἐν ταύτῃ τῇ μάχῃ δύο ξὺν αὑτῷ τῶν Ῥωμαίων στρατιωτῶν ἐπαγόμενος ἐν μεταιχμίῳ ἐγένετο, οὗ δὴ ἀφίκοντο καὶ τῶν πολεμίων τινές.
8.26 ἐφ’ οὓς Ἀρταβάνης ὁρμήσας, τῶν Περσῶν ἕνα, ψυχῆς τε ἀρετῇ καὶ σώματος ἀλκῇ ἐπιεικῶς μέγαν, τῷ δόρατι εὐθὺς ἔκτεινεν, ἔκ τε τοῦ ἵππου ῥίψας προσουδίζει χαμαί.
8.27 τῶν δέ τις βαρβάρων παρὰ τῷ πεπτωκότι ἑστὼς ξίφει κατὰ κόρρης τὸν Ἀρταβάνην ἐπάταξεν οὐ καιρίαν πληγήν. ἅτερός τε τῶν τῷ Ἀρταβάνῃ ἐπισπομένων, Γότθος γένος, τοῦτον δὴ τὸν ἄνδρα, τὴν χεῖρα ἔτι ἐν τῇ τοῦ Ἀρταβάνου κεφαλῇ ἔχοντα, κατὰ λαγόνα ἐπιτυχὼν τὴν εὐώνυμον διεχρήσατο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi