Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 8

8.15 ἡ Ῥωμαίων ἵππος αὐτοῖς εἵπετο. τούτων δὲ δὴ τῶν Ῥωμαίων ἡγοῦντο Φιλήγαγός τε, Γήπαις γένος, δραστήριος ἀνήρ, καὶ Ἰωάννης Ἀρμένιος, διαφερόντως ἀγαθὸς τὰ πολέμια, Θωμᾶ υἱός, ὅνπερ ἐπίκλησιν ἐκάλουν Γούζην, οὗ δὴ κἀν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην.
8.16 ἐν ὑστέρῳ δὲ Γουβάζης τε ὁ Λαζῶν βασιλεὺς καὶ Δαγισθαῖος ὁ Ῥωμαίων στρατηγὸς ξὺν τοῖς ἀμφοτέρων πεζοῖς εἵποντο, λογισάμενοι ὡς, εἰ τοῖς ἱππεῦσι τραπῆναι ξυμβαίη, ἐς αὐτοὺς ῥᾷστα σωθήσονται.
8.17 Ῥωμαῖοι μὲν οὖν καὶ Λαζοὶ τῷ τρόπῳ τούτῳ ἐτάξαντο, Χοριάνης δὲ ἄνδρας μὲν χιλίους τῶν οἱ ἑπομένων ἀπολεξάμενος τεθωρακισμένους τε καὶ τὰ ἄλλα ἐξωπλισμένους ὡς ἄριστα, πρόσω ἐπὶ κατασκοπῇ ἔπεμψεν, αὐτὸς δὲ παντὶ τῷ ἄλλῳ στρατῷ ὄπισθεν ᾔει, φυλακτήριον ὀλίγων τινῶν ἐν τῷ στρατοπέδῳ ἀπολιπών.
8.18 προτερήσασα δὲ ἡ Λαζῶν ἵππος ἀτιμάζει τὰς ἐπαγγελίας οἷς ἔδρασεν, ἐπὶ τῶν ἔργων διαβαλοῦσα τὰς πρόσθεν ἐλπίδας.
8.19 τοῖς γὰρ τῶν πολεμίων προδρόμοις ἐντετυχηκότες ἐξαπιναίως οὐκ ἐνεγκόντες τε τὴν αὐτῶν ὄψιν, τρέψαντες αὐτίκα τοὺς ἵππους, κόσμῳ οὐδενὶ ὀπίσω ἀνέστρεφον, τοῖς τε Ῥωμαίοις ἐπειγόμενοι ἀνεμίγνυντο, ἐς αὐτοὺς οὐκ ἀπαξιοῦντες καταφυγεῖν οἷς δὴ ξυντάσσεσθαι τὰ πρότερα ὤκνουν.
8.20 ἐπειδὴ δὲ ἀμφότεροι ἀλλήλων. ἄγχιστα ἵκοντο, χειρῶν μὲν τὰ πρότερα οὐδέτεροι ἦρχον οὐδὲ ξυνέμισγον, ἀλλὰ τῶν ἐναντίων ἑκάτεροι ἐπιόντων μὲν ἀνεπόδιζον, ὑποχωρούντων δὲ ἐπεβάτευον, ἔς τε ὑπαγωγὰς καὶ παλινδιώξεις καὶ ἀγχιστρόφους μεταβολὰς πολύν τινα κατέτριψαν χρόνον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi