Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 8

8.8 ὑπὲρ γυναικῶν γὰρ καὶ παίδων καὶ γῆς τῆς πατρῴας καὶ ἁπλῶς εἰπεῖν ὑπὲρ τῶν ὅλων ὁ κίνδυνός ἐστιν, ὑπὲρ ὧν ἡμῖν ἐπίασι Πέρσαι.
8.9 τοῖς δέ τι ἀφαιρεῖσθαι τῶν ὑπαρχόντων βιαζομένοις οὐδεὶς τῶν πάντων παραχωρεῖ, ὑπερμάχεσθαι τῶν προσηκόντων ἀναγκαζούσης τῆς φύσεως.
8.10 οὐκ ἀγνοεῖτε δὲ ὡς Πέρσαις τὴν πλεονεξίαν οὐδὲν ἵστησιν, ἐν ἐξουσίᾳ γεγονόσι τοῦ δύνασθαι, οὐδὲ ἄρξουσι μόνον ἡμῶν ἢ τάξουσι φόρους ἢ τὰ ἄλλα κατηκόους ποιήσονται, εἴ τι μὴ ἐπιλελήσμεθα ὧν Χοσρόης ἐγκεχείρηκεν ἐφ’ ἡμῖν οὐ πολλῷ πρότερον, ἢν νῦν περιέσονται ἡμῶν τῷ πολέμῳ.
8.11 ἀλλὰ μηδὲ ἄχρι τοῦ λόγου προϊέτω μοι τὰ τῆς Περσῶν πείρας, μηδὲ διαλιπέτω τὸ Λαζῶν ὄνομα. οὐ χαλεπὸς δέ, ὦ ἄνδρες, ἡμῖν ὁ πρὸς Μήδους ἀγών, πολλάκις αὐτοῖς καὶ ἐς χεῖρας ἐλθοῦσι καὶ ὑπερβαλλομένοις τῇ μάχῃ.
8.12 τῷ γὰρ ξυνειθισμένῳ τὸ δύσκολον οὐδαμῆ πάρεστι, προδαπανηθείσης τῆς τοῦ ἔργου ταλαιπωρίας μελέτῃ καὶ πείρᾳ. ὥστε διὰ τοῦτο καὶ καταφρονεῖν τῶν πολεμίων ἅτε νενικημένων ἐν ξυμβολαῖς καὶ οὐχ ὁμοίως θρασυνομένων ἡμᾶς δεήσει.
8.13 φρόνημα γὰρ δουλωθὲν ἅπαξ παλινδρομεῖν ἥκιστα εἴωθε. ταῦτα τοίνυν ἐκλογιζόμενοι μετὰ τῆς ἀγαθῆς ἐλπίδος τοῖς ἐναντίοις ὁμόσε χωρεῖτε.”
8.14 Τοσαῦτα Γουβάζης εἰπὼν ἐξῆγε τὸ Λαζῶν στράτευμα, καὶ ἐτάξαντο ὧδε. πρῶτοι μὲν οἱ Λαζῶν ἱππεῖς τεταγμένοι ἀπ’ ἐναντίας ᾔεσαν, ὄπισθεν δὲ οὐκ ἄγχιστά πη, ἀλλ’ ὡς ἀπωτάτω,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi