Kitap 8
8.2
γενόμενοί τε Ἵππιδος τοῦ ποταμοῦ ἐπὶ θάτερα καὶ αὐτοῦ ἐνστρατοπεδευσάμενοι τὰ παρόντα ἐν βουλῇ εἶχον, πότερα μένουσί τε αὐτοῖς καὶ δεχομένοις ἐπιόντας τοὺς πολεμίους ξυνοίσει μᾶλλον ἢ ἐπὶ τοὺς πολεμίους σφίσιν ἰτέον, ὅπως δὴ θάρσους τοῦ σφετέρου ποιησάμενοι ἐπίδειξιν Πέρσαις, ἔνδηλά τε τοῖς ἐναντίοις καταστησάμενοι ὡς καταφρονήματι ἐπ’ αὐτοὺς ἴωσι, τῆς τε ξυμβολῆς αὐτῆς ἄρχοντες δουλῶσαι τῶν ἀνθισταμένων τὸ φρόνημα ἱκανοὶ εἶεν. ἐπειδή τε ἡ γνώμη ἐνίκα τῶν ἐπὶ τοὺς πολεμίους παρακαλούντων,
8.3
ὥρμηντο ἐπ’ αὐτοὺς εὐθὺς ἅπαντες. ἐνταῦθα Λαζοὶ Ῥωμαίοις ξυντάσσεσθαι οὐκέτι ἠξίουν, προτεινόμενοι ὅτι δὴ Ῥωμαῖοι μὲν οὔτε πατρίδος οὔτε τῶν ἀναγκαιοτάτων προκινδυνεύοντες ἐς τὸν ἀγῶνα καθίστανται, αὐτοῖς δὲ ὑπέρ τε παίδων καὶ γυναικῶν καὶ γῆς τῇς πατρῴας ὁ κίνδυνός ἐστιν· ὥστε κἂν γυναῖκας τὰς σφετέρας ἐρυθριῷεν,
8.4
εἰ σφίσι πρὸς τῶν ἐναντίων ξυμβαίη κρατεῖσθαι. ταύτῃ δὴ τῇ ἀνάγκῃ τὴν οὐκ οὖσαν αὐτοῖς ἀρετὴν αὐτοσχεδιάσειν ὑπώπτευον.
8.5
πρῶτοί τε αὐτοὶ κατὰ μόνας ὤργων τοῖς πολεμίοις ὁμόσε ἰέναι, ὅπως αὐτοὺς μὴ ξυνταράξωσιν ἐν τῷ ἔργῳ Ῥωμαῖοι, οὐχ ὅμοια σφίσιν ἐς τὸν κίνδυνον προθυμούμενοι.
8.6
ταῦτα νεανιευσαμένων Λαζῶν περιχαρὴς ὁ Γουβάζης γενόμενος μικρόν τε ἄποθεν Ῥωμαίων αὐτοὺς ξυγκαλέσας τοιάδε παρεκελεύσατο.
8.7
“Παραίνεσιν μὲν ἐς εὐψυχίαν ὁρμῶσαν οὐκ οἶδα εἴ τινα δεῖ πρὸς ὑμᾶς, ὦ ἄνδρες, ποιεῖσθαι. οἷς γὰρ ἡ τῶν πραγμάτων ἀνάγκη τὴν προθυμίαν ἀνίστησι, παρακελεύσεως ἂν οὐδεμιᾶς προσδεῖν οἴομαι, ὅπερ καὶ ἡμῖν ἔν γε τῷ παρόντι τετύχηκεν.