Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 8

7.9 ποτὲ τὸ ἐνθένδε ἐκδίδωσιν οὐδενὶ γέγονε φανερὸν ἐς τόδε τοῦ χρόνου. τοῦτο δὲ τὸ χάος οὐκ ἐπὶ παλαιοῦ γεγονὸς ἔτυχεν, ἀλλὰ χρόνῳ πολλῷ ὕστερον ἢ τὴν πόλιν Ἀναστάσιος βασιλεὺς ἐδείματο ταύτην ἡ φύσις αὐτὸ τοῦ χωρίου ἀπαυτοματίσασα ἔθετο, καὶ διὰ τοῦτο ξυμβαίνει τοῖς προσεδρεύειν ἐθέλουσιν ἀμφὶ πόλιν Δάρας πιέζεσθαι ὕδατος ἀπορίᾳ πολλῇ.
7.10 Ταύτης οὖν, ὥσπερ μοι εἴρηται, ἀποτυχὼν ὁ Χοσρόης τῆς πείρας ἐς ἔννοιαν ἦλθεν ὡς, ἢν καὶ πόλιν οἱ Ῥωμαίων ἑτέραν τινὰ παραστήσασθαι δυνατὰ εἴη, ἀλλὰ καθίζεσθαι οὐ μή ποτε οἷός τε εἴη ἐν μέσῳ Ῥωμαίων, ὀχυρωμάτων τοῖς πολεμίοις ἀπολελειμμένων ὀπίσω πολλῶν.
7.11 καὶ Ἀντιόχειαν γὰρ τούτου δὴ εἵνεκα ἐς ἔδαφος καθελὼν ἡνίκα ἐξεῖλεν, ἀπηλλάγη ἐκ Ῥωμαίων τῆς γῆς. διὸ δὴ μετεωρισθεὶς τὴν διάνοιαν ἐπὶ μακροτέρας ἐλπίδος ὠχεῖτο, διερευνώμενος ἀμήχανα ἔργα.
7.12 ἀκοῇ γὰρ ἔχων ὅντινα τρόπον ἐπ’ ἀριστερᾷ Πόντου τοῦ Εὐξείνου οὗτοι δὴ βάρβαροι οἳ ἀμφὶ τὴν Μαιῶτιν ᾤκηνται Λίμνην ἀδεῶς κατατρέχουσι Ῥωμαίων τὴν γῆν, οὕτω καὶ Πέρσαις Λαζικὴν ἔχουσι πόνῳ οὐδενὶ δυνατὰ ἔσεσθαι ἔλεγεν, ἡνίκα ἂν βουλομένοις ᾖ, εὐθὺ Βυζαντίου ἰέναι, οὐδαμῆ διαπορθμευομένοις τὴν θάλασσαν, ὥσπερ καὶ τὰ ἄλλα βαρβαρικὰ ἔθνη ἃ ταύτῃ ἵδρυται ἐσαεὶ δρῶσι.
7.13 διὰ ταῦτα μὲν Λαζικῆς Πέρσαι μεταποιοῦνται. ἐγὼ δὲ ὅθεν τὴν ἐκβολὴν τοῦ λόγου ἐποιησάμην ἐπάνειμι.
8.1 Χοριάνης μὲν οὖν καὶ ὁ Μήδων στρατὸς ἐστρατοπεδεύσαντο ἀμφὶ ποταμὸν Ἵππιν. ἐπειδὴ δὲ ταῦτα Γουβάζης τε, ὁ Κόλχων βασιλεύς, ἔμαθε καὶ Δαγισθαῖος, ὅσπερ ἡγεῖτο τοῦ Ῥωμαίων στρατοῦ, ἐπίκοινα βουλευσάμενοι ἦγον ἐπὶ τοὺς πολεμίους τὸ Ῥωμαίων καὶ Λαζῶν στράτευμα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi