Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 8

7.4 καί ποτε καὶ ἐκ Λαζικῆς ἐπανήκοντες, ἐπειδὴ ἐνταῦθα πάθεσιν ἔτυχον ὡμιληκότες ἀνηκέστοις τισί, ξυστήσεσθαί τε ἐκ τοῦ ἐμφανοῦς ἐπ’ αὐτὸν ἔμελλον καὶ διαχρήσεσθαι θανάτῳ οἰκτίστῳ, εἰ μὴ προμαθὼν ἐφυλάξατο, θωπείᾳ πολλῇ τοὺς ἐν σφίσι λογιμωτάτους περιελθών.
7.5 καὶ ἀπ’ αὐτοῦ ἀπολογεῖσθαι τὴν κατηγορίαν ἐθέλων μέγα τι ὄφελος Περσῶν τῇ ἀρχῇ ἐκπορίζεσθαι διὰ σπουδῆς εἶχε. Πόλει γοῦν Δάρας αὐτίκα ἐγκεχειρηκὼς ἀπεκρούσθη ἐνθένδε, ὥσπερ μοι εἴρηται, ἐς ἀπόγνωσίν τε τῆς τοῦ χωρίου ἐπικρατήσεως παντάπασιν ἦλθεν.
7.6 οὐδὲ γὰρ αὐτὸ ἐξ ἐπιδρομῆς ἐξαιρήσειν τὸ λοιπὸν εἶχεν, οὕτω φυλασσομένων τῶν ἐκείνῃ φρουρῶν, οὐ μὴν οὐδὲ πολιορκῶν μηχανῇ τινὶ περιέσεσθαι αὐτῶν ἤλπιζε.
7.7 τά τε γὰρ ἄλλα τῶν ἐπιτηδείων ἐσαεὶ ἐν πόλει Δάρας διαρκῶς ἐστὶν ἐξεπίτηδες ἀποκείμενα, ὅπως δὴ ἐς μέγα τι χρόνου διαρκέσειε μῆκος, καὶ πηγὴ ἄγχιστά πη φυομένη ἐν χώρῳ κρημνώδει ποταμὸν ἀπεργάζεται μέγαν ὅσπερ τῆς πόλεως εὐθὺ φέρεται, οὐ δυναμένων ʽτῶν ἐπιβουλεύειν ἐφιεμένων’ ἑτέρωσέ πη αὐτὸν ἀποτρέπειν ἢ τρόπῳ τῳ ἄλλῳ διὰ τὴν δυσχωρίαν βιάζεσθαι.
7.8 ἐπειδὰν δὲ τοῦ περιβόλου ἐντὸς γένηται, τήν τε πόλιν περιιὼν ξύμπασαν καὶ τὰς ταύτῃ δεξαμενὰς ἐμπλησάμενος εἶτα ἔξεισιν, ὡς ἀγχοτάτω τε τοῦ περιβόλου ἐς χάος ἐμπεσὼν ἀφανίζεται. καὶ ὅπη

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi