Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 8

6.30 ἁπτομένη γὰρ ἡ θάλασσα τῆς ταύτῃ ἠϊόνος οὔτε πρόσω χωρεῖ οὔτε πη ἐς ὕψος ἐπαίρεται μεῖζον, καίπερ πανταχόθεν ἀεὶ περιρρεομένη ποταμῶν ἐκβολαῖς ἀναρίθμων τε καὶ ὑπερφυῶν ἄγαν, ἀλλ’ ἀναποδίζουσα ὀπίσω ἐπάνεισιν αὖθις καὶ μέτρον διαριθμουμένη τὸ ταύτης ἴδιον, διασώζει τὸν ἐξ αὐτῆς ὅρον, ὥσπερ τινὰ δειμαίνουσα νόμον, ἀνάγκῃ τε τῇ ἀπ’ αὐτοῦ ἐς τὸ ἀκριβὲς σφιγγομένη μή τι τῶν ξυγκειμένων ἐκβᾶσα φανείη.
6.31 τὰς γὰρ ἄλλας ἁπάσας τῆς θαλάσσης ἀκτὰς οὐκ ἀπ’ ἐναντίας αὐτῇ, ἀλλ’ ἐκ πλαγίου ξυμβαίνει κεῖσθαι. ἀλλὰ περὶ μὲν τούτων γινωσκέτω τε καὶ λεγέτω ἕκαστος ὅπη αὐτῷ δ φίλον.
7.1 Ὅτου δὲ ὁ Χοσρόης ἕνεκα Λαζικῆς μεταποιεῖσθαι διὰ σπουδῆς εἶχεν ἤδη μὲν πρόσθεν μοι ἐρρήθη· ὃ δὲ δὴ αὐτόν τε καὶ Πέρσας μάλιστα πάντων ἐς τοῦτο ἤνεγκεν, ἐνταῦθα δηλώσω, ὅτι δὴ καὶ χώραν τήνδε περιηγησάμενος ξύμπασαν σαφῆ τὸν περὶ τούτου πεποίηκα λόγον.
7.2 πολλάκις οἱ βάρβαροι οὗτοι, Χοσρόου σφίσιν ἡγουμένου, στρατῷ μεγάλῳ ἐμβαλόντες ἐς Ῥωμαίων τὴν γῆν οὐκ εὐδιήγητα μὲν τοῖς πολεμίοις ἐπήνεγκαν πάθη, ἅπερ μοι ἐν τοῖς ὑπὲρ αὐτῶν λόγοις ἐρρήθη, αὐτοῖς δὲ ὄφελος οὐδ’ ὁτιοῦν ἀπενεγκαμένοις ἐνθένδε τοῖς τε χρήμασι καὶ τοῖς σώμασι προσκεκακῶσθαι ξυνέπεσε· πολλοὺς γὰρ ἀποβεβληκότες ἀεὶ ἀπηλλάσσοντο ἐκ Ῥωμαίων τῆς γῆς.
7.3 διὸ δὴ ἐς ἤθη ἐπανιόντες τὰ πάτρια Χοσρόῃ ὡς λαθραιότατα ἐλοιδοροῦντο καὶ διαφθορέα τοῦ Περσῶν γένους αὐτὸν ἀπεκάλουν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi