Kitap 8
6.14
καί μοι οὐκ ἀπὸ καιροῦ ἔδοξεν εἶναι αὐτὰ τοῦ Ἡροδότου τὰ γράμματα τῷ λόγῳ ἐνθεῖναι ὧδέ πη ἔχοντα· “Οὐδὲ ἔχω συμβαλέσθαι ἀπὸ τοῦ μιῇ ἐούσῃ γῇ ὀνόματα τριφάσια κέαται, ἐπωνυμίην ἔχοντα γυναικῶν, καὶ ὁρίσματα αὐτῇ Νεῖλός τε ὁ Αἰγύπτιος ποταμὸς ἐτέθη καὶ Φᾶσις ὁ Κόλχος.
6.15
οἱ δὲ Τάναϊν ποταμὸν τὸν Μαιήτην καὶ πορθμήια τὰ Κιμμέρια λέγουσιν.” ἀλλὰ καὶ ὁ τραγῳδοποιὸς Αἰσχύλος ἐν Προμηθεῖ τῷ Λυομένῳ εὐθὺς ἀρχόμενος τῆς τραγῳδίας τὸν ποταμὸν Φᾶσιν τέρμονα καλεῖ γῆς τε τῆς Ἀσίας καὶ τῆς Εὐρώπης.
6.16
Κἀκεῖνο δέ μοι ἐν τῷ παρόντι εἰρήσεται, ὡς τούτων δὴ τῶν τὰ τοιαῦτα σοφῶν οἱ μὲν τὴν Μαιῶτιν οἴονται Λίμνην ἀπεργάζεσθαι τὸν Εὔξεινον Πόντον, καὶ αὐτοῦ τὸ μὲν ἐν ἀριστερᾷ, τὸ δὲ ἐν δεξιᾷ τῆς Λίμνης χωρεῖν, μητέρα τε διὰ τοῦτο τοῦ Πόντου καλεῖσθαι τὴν Λίμνην.
6.17
ταῦτά τέ φασι τεκμηριούμενοι, ὅτι δὴ ἐκ τοῦ καλουμένου Ἱεροῦ ἡ τούτου δὴ τοῦ Πόντου ἐκροὴ ἐπὶ Βυζαντίου καθάπερ τις ποταμὸς κάτεισι, καὶ ἀπ’ αὐτοῦ πέρας εἶναι τοῦτο τοῦ Πόντου οἴονται
6.18
οἱ δὲ τοῦ λόγου κατηγοροῦντες ἀποφαίνουσιν ὅτι δὴ μία τις ἐξ Ὠκεανοῦ ξύμπασα ἡ θάλασσα οὖσα καὶ οὐδαμῆ ἑτέρωθι ἀπολήγουσα ἐς γῆν τὴν Λαζῶν κατατείνει, πλήν γε εἰ μή τις, φασί, τὸ ἐν τοῖς ὀνόμασι διάλλασσον ἑτερότητα εἴπῃ, ὅτι δὴ τὸ ἐνθένδε ἡ θάλασσα Πόντος ὠνόμασται.
6.19
Εἰ δὲ τὰ ῥεύματα ἐκ τοῦ Ἱεροῦ καλουμένου κάτεισιν ἐς Βυζάντιον, οὐδὲν τοῦτο πρᾶγμα. τὰ γὰρ ἐν πορθμοῖς ἅπασι ξυμπίπτοντα πάθη οὐδενὶ λόγῳ φαίνεται εἴκοντα, οὐδέ τις αὐτὰ φράσαι πώποτε ἱκανὸς γέγονεν.