Kitap 8
6.3
ἄλλοι δὲ ἀπ’ ἐναντίας αὐτοῖς ἰόντες οὐχ ὑγιᾶ τὸν λόγον ἰσχυρίζονται εἶναι. λέγουσι γὰρ ὡς τὰ μὲν ἠπείρω ταύτα τὸ ἐξ ἀρχῆς ὅ τε ἐν Γαδείροις διορίζει πορθμὸς ἀπ’ Ὠκεανοῦ ἐξιὼν καὶ ἡ προϊοῦσα ἐνθένδε θάλασσα, καὶ τὰ μὲν τοῦ πορθμοῦ καὶ τῆς θαλάσσης ἐν δεξιᾷ Λιβύη τε καὶ Ἀσία ὠνόμασται, τὰ δὲ ἐν ἀριστερᾷ πάντα Εὐρώπη ἐκλήθη μέχρι που ἐς λήγοντα τὸν Εὔξεινον καλούμενον Πόντον.
6.4
Τούτων δὲ δὴ τοιούτων ὄντων ὁ μὲν Τάναϊς ποταμὸς ἐν γῇ τῆς Εὐρώπης τικτόμενος ἐκβάλλει ἐς Λίμνην τὴν Μαιώτιδα, ἡ δὲ Λίμνη ἐς τὸν Εὔξεινον Πόντον τὰς ἐκβολὰς ποιεῖται οὔτε λήγοντα οὔτε μὴν κατὰ μέσον, ἀλλ’ ἔτι πρόσω.
6.5
τὰ δὲ εὐώνυμα τούτου δὴ τοῦ Πόντου τῇ τῆς Ἀσίας λογίζεται μοίρα. χωρὶς δὲ τούτων ποταμὸς Τάναϊς ἐξ ὀρέων τῶν Ῥιπαίων καλουμένων ἔξεισιν, ἅπερ ἐν γῇ τῇ Εὐρώπῃ ἐστίν, ὥσπερ καὶ αὐτοὶ οἱ ταῦτα ἐκ παλαιοῦ ἀναγραψάμενοι ὁμολογοῦσι.
6.6
τούτων δὲ τῶν Ῥιπαίων ὀρῶν τὸν Ὠκεανὸν ὡς ἀπωτάτω ξυμβαίνει εἶναι. τὰ τοίνυν αὐτῶν τε καὶ Τανάϊδος ποταμοῦ ὄπισθεν ξύμπαντα Εὐρωπαῖα ἐφ’ ἑκάτερα ἐπάναγκες εἶναι.
6.7
πόθεν οὖν ἄρα ποτὲ ἄρχεται ἤπειρον ἑκατέραν διορίζειν ὁ Τάναϊς οὐ ῥᾴδιον εἶναι εἰπεῖν. ἢν δέ τινα ποταμὸν διορίζειν ἄμφω τὰ ἠπείρω λεκτέον,
6.8
οὗτος δὴ ἐκεῖνος ὁ Φᾶσις ἂν εἴη. καταντικρὺ γὰρ πορθμοῦ τοῦ ἐν Γαδείροις φερόμενος ταῖν ἠπείροιν κατὰ μέσον χωρεῖ, ἐπεὶ ὁ μὲν πορθμὸς ἐξ Ὠκεανοῦ ἐξιὼν θάλασσαν τήνδε ἀπεργαζόμενος τὰ ἠπείρω ταῦτα ἐφ’ ἑκάτερα ἔχει, ὁ δὲ Φᾶσις κατ’ αὐτόν που λήγοντα μάλιστα ἰὼν τὸν Εὔξεινον Πόντον ἐς τοῦ μηνοειδοῦς τὰ μέσα ἐκβάλλει, τὴν τῆς γῆς ἐκτομὴν ἀπὸ τῆς θαλάσσης διαφανῶς ἐκδεχόμενος.