Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 8

5.32 ἐς ὅσον δὲ ἡ περίοδος ἥδε διήκει, ἅπαντα μὲν ἐς τὸ ἀκριβὲς οὐκ ἔχω εἰπεῖν, βαρβάρων, ὥσπερ μοι ἐρρήθη, ᾠκημένων ἐνταῦθα τοσούτων τὸ πλῆθος, ἐπιμιξίας τε Ῥωμαίοις παρ’ αὐτῶν τινάς, ὅτι μὴ ὅσα κατὰ πρεσβείαν, ἴσως οὐδεμιᾶς οὔσης· ἐπεὶ οὐδὲ τοῖς πρότερον ταῦτα ἐγκεχειρηκόσι διαμετρήσασθαι ἐς τὸ ἀκριβές τι ξυμβαίνει εἰρῆσθαι.
5.33 ἐκεῖνο μέντοι διαφανές ἐστιν, ὡς Πόντου τοῦ Εὐξείνου τὰ ἐν δεξιᾷ, εἴη δ’ ἂν ἐκ Καλχηδόνος ἐς ποταμὸν Φᾶσιν, δυοῖν καὶ πεντήκοντα ὁδὸς ἡμερῶν ἐστὶν εὐζώνῳ ἀνδρί· ᾧ δὴ οὐκ ἀπὸ τρόπου τεκμηριούμενος φαίη ἄν τις καὶ τὴν ἑτέραν τοῦ Πόντου μοῖραν μέτρου τοῦδε εἶναι οὐ πολλῷ ἄποθεν.
6.1 Ἐπεὶ δὲ ἀφικόμεθα ἐνταῦθα τοῦ λόγου, ἀναγράψασθαι οὔ μοι ἀπὸ καιροῦ ἔδοξεν εἶναι ὅσα δὴ ἀμφὶ τοῖς ὁρίοις τῆς τε Ἀσίας καὶ τῆς Εὐρώπης διαμάχονται πρὸς ἀλλήλους οἱ ταῦτα δεινοί.
6.2 λέγουσι μὲν γάρ τινες αὐτῶν τὰ ἠπείρω ταύτα διορίζειν ποταμὸν Τάναϊν, ἀπισχυριζόμενοι μὲν χρῆναι τὰς τομὰς φυσικὰς εἶναι, τεκμηριούμενοι δὲ ὡς ἡ μὲν θάλασσα προϊοῦσα ἐκ τῶν ἑσπερίων ἐπὶ τὴν ἑῴαν φέρεται μοῖραν, ποταμὸς δὲ Τάναις ἐκ τῶν ἀρκτῴων φερόμενος ἐς ἄνεμον νότον μεταξὺ ταῖν ἠπείροιν χωρεῖ· ἔμπαλιν δὲ τὸν Αἰγύπτιον Νεῖλον ἐκ μεσημβρίας ἰόντα πρὸς βορρᾶν ἄνεμον Ἀσίας τε καὶ Λιβύης μεταξὺ φέρεσθαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi