Kitap 8
5.21
ὕστερον δὲ ʽοὔτε γὰρ Οὖννοι χρόνον τινὰ τρίβεσθαι σφίσιν ἐνταῦθα ἤθελον, οἵ τε Γότθοι τῷ τῶν πολεμίων ὁμίλῳ ἐπὶ πολὺ ἀνθέξειν οὐδαμῆ ἤλπιζον’ ἐς λόγους ἀλλήλοις ξυνίασιν, ἐφ’ ᾧ ἀναμιχθέντες κοινῇ ποιήσονται τὴν διάβασιν, καὶ οἱ Γότθοι ἱδρύσονται μὲν ἐν τῇ ἀντιπέρας ἠπείρῳ παρ’ αὐτὴν τῆς ἐκβολῆς μάλιστα τὴν ἀκτήν, ἵνα δὴ καὶ τανῦν ἵδρυνται, φίλοι δὲ καὶ ξύμμαχοι τὸ λοιπὸν Οὐτιγούροις ὄντες ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ σφίσιν ἐνταῦθα βιώσονται τὸν πάντα αἰῶνα.
5.22
οὕτω μὲν οὖν οἵδε οἱ Γότθοι τῇδε ἱδρύσαντο καὶ τῶν Κουτριγούρων, ὥσπερ μοι εἴρηται, ἀπολελειμμένων ἐν γῇ τῇ ἐπὶ θάτερα τῆς Λίμνης οὔσῃ μόνοι Οὐτίγουροι τὴν χώραν ἔσχον, πράγματα Ῥωμαίοις ὡς ἥκιστα παρεχόμενοι, ἐπεὶ οὐδὲ αὐτῶν ἄγχιστα ᾤκηνται, ἀλλ’ ἔθνεσι πολλοῖς διειργόμενοι μεταξὺ οὖσιν ἀκουσίῳ ἀπραγμοσύνῃ ἐς αὐτοὺς ἔχονται.
5.23
Ὑπερβάντι δὲ Λίμνην τε τὴν Μαιώτιδα καὶ ποταμὸν Τάναϊν ἐπὶ πλεῖστον μὲν τῶν τῇδε πεδίων Κουτρίγουροι Οὖννοι, ᾗπέρ μοι ἐρρήθη, ᾠκήσαντο· μετὰ δὲ αὐτοὺς Σκύθαι τε καὶ Ταῦροι ξύμπασαν ἔχουσι τὴν ταύτῃ χώραν, ἧσπερ μοῖρά τις Ταυρικὴ καὶ νῦν ἐπικαλεῖται, ἵνα δὴ καὶ τῆς Ἀρτέμιδος τὸν νεὼν γεγονέναι φασίν, οὗπέρ ποτε ἡ τοῦ Ἀγαμέμνονος Ἰφιγένεια προὔστη.
5.24
καίτοι Ἀρμένιοι ἐν τῇ παρ’ αὐτοῖς Κελεσηνῇ καλουμένῃ χώρᾳ τὸν νεὼν τοῦτον γεγονέναι φασὶ Σκύθας τε τηνικάδε ξύμπαντας καλεῖσθαι τοὺς ἐνταῦθα ἀνθρώπους, τεκμηριούμενοι τοῖς ἀμφί τε Ὀρέστῃ καὶ πόλει Κομάνῃ δεδιηγημένοις μοι ἐς ἐκεῖνο τοῦ λόγου.