Kitap 8
35.35
“Ἀρκεῖ γάρ,” ἔφη, “τοῖς γε σώφροσι τὸ νικᾶν, τὸ δὲ ὑπεράγαν ἐθέλειν ἴσως ἄν τῳ καὶ ἐς τὸ ἀξύμφορον τρέποιτο.”
35.36
Πείθεται τῇ ὑποθήκῃ Ναρσῆς, καὶ ξυνέβησαν ἐφ’ ᾧ τῶν βαρβάρων οἱ ἀπολελειμμένοι χρήματα κεκομισμένοι τὰ αὐτῶν ἴδια ἐκ πάσης ἀπαλλάξονται Ἰταλίας εὐθύς, πόλεμόν τε μηχανῇ οὐδεμιᾷ πρὸς Ῥωμαίους διοίσουσιν ἔτι.
35.37
Γότθοι μὲν οὖν μεταξὺ χίλιοι τοῦ στρατοπέδου ἐξαναστάντες ἐς Τικινόν τε πόλιν καὶ χωρία τὰ ὑπὲρ ποταμὸν Πάδον ἐχώρησαν, ὧν ἄλλοι τε ἡγοῦντο καὶ Ἰνδούλφ, οὗπερ πρότερον ἐπεμνήσθην.
35.38
οἱ δὲ λοιποὶ ἅπαντες ὅρκια δόντες τὰ ξυγκείμενα πάντα ἐπέρρωσαν. οὕτω τε καὶ Κύμην καὶ τὰ λοιπὰ πάντα ἐξεῖλον Ῥωμαῖοι, καὶ τὸ ὀκτωκαιδέκατον ἔτος ξυνετελεύτα τῷ Γοτθικῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν.