Kitap 8
35.23
Ῥωμαῖοι δὲ αὐτὸν ἰδόντες, οἰόμενοί τε, ἢν αὐτὸς πέσῃ, διαλυθήσεσθαι τὴν ξυμβολὴν σφίσιν αὐτίκα δὴ μάλα, ξυνίσταντο ἐπ’ αὐτὸν ὅσοι ἀρετῆς μετεποιοῦντο, παμπληθεῖς ὄντες, καὶ τὰ δόρατα ἐς αὐτὸν ἅπαντες οἱ μὲν ὤθουν, οἱ δὲ ἐσηκόντιζον.
35.24
αὐτὸς δὲ ὑπὸ τῇ ἀσπίδι κεκαλυμμένος ταύτῃ μὲν τὰ δόρατα ἐδέχετο πάντα, ἐμπίπτων δὲ αὐτοὺς ἐκ τοῦ αἰφνιδίου πολλοὺς διεχρῆτο.
35.25
καὶ ὁπηνίκα οἱ τὴν ἀσπίδα ἔμπλεων οὖσαν πεπηγότων δοράτων θεῷτο, τῶν τινὶ ὑπασπιστῶν ταύτην παραδιδοὺς ἑτέραν ᾑρεῖτο.
35.26
οὕτω μαχόμενος ἐς τῆς ἡμέρας τὸ τριτημόριον διαγέγονε, καὶ τότε δὴ δώδεκα μὲν αὐτῷ δόρατα ἐμπεπηγότα ἡ ἀσπὶς εἶχε, κινεῖν δὲ αὐτὴν ὅπη βούλοιτο καὶ ἀποκρούεσθαι τοὺς ἐπιόντας οὐκέτι ἴσχυε.
35.27
τῶν δέ τινα ὑπασπιστῶν μετεκάλει σπουδῇ, οὐ τὴν τάξιν λιπὼν οὐδὲ ὅσον ἄχρι ἐς δάκτυλον ἕνα οὐδὲ ἀναποδίσας, ἢ τοὺς πολεμίους ἐπὶ τὰ πρόσω ἐπαγαγόμενος, οὐδὲ ἐπιστραφείς, οὐδὲ τὰ νῶτα τῇ ἀσπίδι ἐρείσας, οὐ μὴν οὐδὲ πλάγιος γεγονώς, ἀλλ’ ὥσπερ τῷ ἐδάφει ἐρηρεισμένος αὐτοῦ μετὰ τῆς ἀσπίδος εἱστήκει, κτείνων τε τῇ δεξιᾷ χειρὶ καὶ ἀποκρουόμενος τῇ λαιᾷ καὶ ἀνακαλῶν τὸ τοῦ ὑπασπιστοῦ ὄνομα.
35.28
καὶ ὁ μὲν αὐτῷ μετὰ τῆς ἀσπίδος παρῆν, ὁ δὲ ταύτην εὐθὺς τῆς βαρυνομένης τοῖς δόρασιν ἀντηλλάσσετο.
35.29
ἐν τούτῳ δέ οἱ χρόνου τινὰ βραχεῖαν στιγμὴν γυμνῷ γενέσθαι τὰ στέρνα ξυνέβη, τύχῃ τέ οἱ ξυνέπεσε τότε ἀκοντίῳ βεβλῆσθαι καὶ ἀπ’ αὐτοῦ εὐθυωρὸν θνήσκει.
35.30
καὶ αὐτοῦ τὴν κεφαλὴν ἐπὶ κοντοῦ μετεωρίσαντες τῶν Ῥωμαίων τινὲς στρατιᾷ ἑκατέρᾳ περιιόντες ἐδείκνυον, Ῥωμαίοις μέν, ὅπως δὴ θαρσήσωσι μᾶλλον, Γότθοις δέ, ὅπως ἀπογνόντες τὸν πόλεμον καταλύσωσιν.