Kitap 8
35.9
πότερα δὲ τῆς γῆς ἢ τοῦ ὕδατος φέρεται τὴν αἰτίαν ἡ φύσις οὐκ ἔχω εἰδέναι. καταλαβόντες δὲ τοῦ ποταμοῦ τὴν γέφυραν Γότθοι, ἐπεὶ αὐτῆς ἐστρατοπεδεύσαντο ἄγχιστα, πύργους τε ξυλίνους ταύτῃ ἐνθέμενοι μηχανάς τε ἄλλας καὶ τὰς βαλλίστρας καλουμένας ἐνταῦθα πεποίηνται, ὅπως ἐνθένδε κατὰ κορυφὴν τῶν πολεμίων ἐνοχλοῦντας δύνωνται βάλλειν.
35.10
ἐκ χειρὸς μὲν οὖν γίνεσθαί τινα ξυμβολὴν ἀμήχανα ἦν, τοῦ ποταμοῦ, ᾗπέρ μοι εἴρηται, μεταξὺ ὄντος· ἀμφότεροι δὲ ὡς ἀγχοτάτω τῆς κατ’ αὐτὸν ὄχθης γενόμενοι τοξεύμασι τὰ πολλὰ ἐς ἀλλήλους ἐχρῶντο.
35.11
ἐγίνοντο δὲ καὶ μονομαχίαι τινές, Γότθου ἀνδρός, ἂν οὕτω τύχοι, ἐκ προκλήσεως τὴν γέφυραν διαβαίνοντος. χρόνος τε μηνῶν δυοῖν τοῖν στρατοπέδοιν ἐς τοῦτο ἐτρίβη.
35.12
ἕως μὲν οὖν ἐθαλασσοκράτουν ἐνταῦθα οἱ Γότθοι, ἐσκομιζόμενοι τὰ ἐπιτήδεια ναυσὶν ἀντεῖχον, ἐπεὶ τῆς θαλάσσης ἐστρατοπεδεύοντο οὐ πολλῷ ἄποθεν.
35.13
ὕστερον δὲ Ῥωμαῖοι τά τε πλοῖα τῶν πολεμίων προδοσίᾳ Γότθου ἀνδρὸς εἷλον ὃς δὴ ταῖς ναυσὶν ἐφειστήκει πάσαις, καὶ αὐτοῖς νῆες ἀνάριθμοι ἦλθον ἔκ τε Σικελίας καὶ τῆς ἄλλης ἀρχῆς.
35.14
ἅμα δὲ καὶ ὁ Ναρσῆς πύργους ξυλίνους ἐπὶ τοῦ ποταμοῦ τῇ ὄχθῃ καταστησάμενος δουλῶσαι τῶν ἐναντίων τὸ φρόνημα παντελῶς ἴσχυσεν.
35.15
Οἷς δὴ οἱ Γότθοι περίφοβοι γεγενημένοι καὶ πιεζόμενοι τῶν ἀναγκαίων τῇ ἀπορίᾳ ἐς ὄρος ἄγχιστα ὂν καταφεύγουσιν, ὅπερ Ῥωμαῖοι Γάλακτος Ὄρος τῇ Λατίνων καλοῦσι φωνῇ· οὗ δὴ αὐτοῖς Ῥωμαῖοι ἐπισπέσθαι οὐδαμῆ εἶχον, τῆς δυσχωρίας ἀντιστατούσης.