Kitap 8
5.9
καὶ τὸ μὲν διωκόμενον ὅ τι ποτ’ ἦν εὐθὺς ἀφανισθῆναι· ʽδοκεῖν γάρ μοι οὐδὲ ἄλλου του ἕνεκα ἐνταῦθα ἐφάνη, ὅτι μὴ τοῦ γενέσθαι κακῶς τοῖς τῇδε ᾠκημένοις βαρβάροισ̓ τοὺς δὲ νεανίας τοῦ μὲν κυνηγεσίου ἀποτυχεῖν, μάχης δὲ ἀφορμὴν καὶ λείας εὑρέσθαι.
5.10
ἐς ἤθη γὰρ τὰ πάτρια ὅτι τάχιστα ἐπανήκοντες ἔνδηλα πᾶσι Κιμμερίοις πεποίηνται ὅτι δὴ ταῦτα βατὰ σφίσι τὰ ὕδατα εἴη. ἀνελόμενοι οὖν αὐτίκα τὰ ὅπλα πανδημεί τε διαβάντες ἐγένοντο μελλήσει οὐδεμιᾷ ἐν τῇ ἀντιπέρας ἠπείρῳ, Βανδίλων μὲν ἤδη ἐνθένδε ἀναστάντων ἐπί τε Λιβύης ἱδρυσαμένων, ἐν Ἱσπανίᾳ δὲ Οὐισιγότθων οἰκησαμένων.
5.11
Γότθοις οὖν τοῖς ἐς τὰ τῇδε ᾠκημένοις πεδία ἐξαπιναίως ἐπιπεσόντες πολλοὺς μὲν ἔκτειναν, τοὺς δὲ λοιποὺς ἐτρέψαντο ἅπαντας.
5.12
ὅσοι τε αὐτοὺς διαφυγεῖν ἴσχυσαν, ξὺν παισί τε καὶ γυναιξὶν ἐνθένδε ἀναστάντες ἀπέλιπον μὲν τὰ πάτρια ἤθη, διαπορθμευσάμενοι δὲ ποταμὸν Ἴστρον ἐν γῇ τῇ Ῥωμαίων ἐγένοντο.
5.13
Καὶ πολλὰ μὲν τοὺς ταύτῃ ᾠκημένους δεινὰ ἔδρασαν, μετὰ δὲ δόντος βασιλέως ᾠκήσαντο ἐς τὰ ἐπὶ Θρᾴκης χωρία, καὶ τὰ μὲν ξυνεμάχουν Ῥωμαίοις, τάς τε συντάξεις ὥσπερ οἱ ἄλλοι στρατιῶται πρὸς βασιλέως κομιζόμενοι ἀνὰ πᾶν ἔτος καὶ φοιδερᾶτοι ἐπικληθέντες· οὕτω γὰρ αὐτοὺς τότε Λατίνων φωνῇ ἐκάλεσαν Ῥωμαῖοι, ἐκεῖνο, οἶμαι, παραδηλοῦντες, ὅτι δὴ οὐχ ἡσσημένοι αὐτῶν τῷ πολέμῳ Γότθοι, ἀλλ’ ἐπὶ ξυνθήκαις τισὶν ἔνσπονδοι·