Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 8

34.8 ὁμήρους δέ οἱ λόγῳ τῷ ἀληθεῖ ἐσομένους. καὶ αὐτοὺς Τουτίλας μὲν τότε ὑπὲρ ποταμὸν Πάδον ἐκέλευσεν εἶναι, Τεΐας δὲ τανῦν ἐνταῦθα εὑρὼν ἅπαντας ἔκτεινε.
34.9 Ῥάγναρίς τε, Γότθος ἀνήρ, ὅσπερ ἡγεῖτο τοῦ ἐν Ταραντηνοῖς φυλακτηρίου, καίπερ τὰ πιστὰ γνώμῃ βασιλέως πρὸς τοῦ Πακουρίου κεκομισμένος, Ῥωμαίοις τε προσχωρήσειν ὁμολογήσας, ᾗπέρ μοι ἔμπροσθεν εἴρηται, παρασχόμενος δὲ καὶ Γότθους ἓξ ἐν ὁμήρων λόγῳ ἐπὶ ταύτῃ δὴ τῇ ὁμολογίᾳ Ῥωμαίοις, ἐπειδὴ Τεΐαν ἤκουσε βασιλέα καταστάντα Γότθοις τούς τε Φράγγους ἐς ἐπικουρίαν ἐπαγαγέσθαι καὶ παντὶ τῷ στρατῷ τοῖς πολεμίοις ἐθέλειν ὁμόσε ἰέναι, μεταπορευθεὶς τὴν βουλὴν ἐπιτελεῖν τὰ ὡμολογημένα οὐδαμῆ ἤθελε.
34.10 σπουδάζων δὲ καὶ διατεινόμενος τοὺς ὁμήρους ἀπολαβεῖν ἐπενόει τάδε. πέμψας παρὰ τὸν Πακούριον ᾔτει σταλῆναί οἱ τῶν Ῥωμαίων στρατιωτῶν ὀλίγους τινάς, ἐφ’ ᾧ ξὺν τῷ ἀσφαλεῖ ἔς τε τὸν Δρυοῦντα ἰέναι σφίσι δυνατὰ εἴη ἐνθένδε τε διαπορθμευσαμένοις τὸν Ἰόνιον κόλπον ἐπὶ Βυζαντίου κομίζεσθαι.
34.11 ὁ μὲν οὖν Πακούριος μακρὰν ἀπολελειμμένος τῶν τῷ ἀνθρώπῳ βεβουλευμένων τῶν οἱ ἑπομένων πεντήκοντα στέλλει.
34.12 ὁ δὲ αὐτοὺς τῷ φρουρίῳ δεξάμενος καθεῖρξεν εὐθύς, τῷ τε Πακουρίῳ ἐσήμαινεν ὡς, εἴπερ αὐτῷ τοὺς στρατιώτας βουλομένῳ εἴη τοὺς αὑτοῦ ῥύεσθαι, ἀποδιδόναι δεήσει τοὺς Γότθων ὁμήρους.
34.13 ταῦτα ἀκούσας Πακούριος ὀλίγους μέν τινας ἐπὶ τῇ τοῦ Δρυοῦντος φυλακῇ εἴασε, παντὶ δὲ τῷ ἄλλῳ στρατῷ ἐπὶ τοὺς πολεμίους αὐτίκα ᾔει.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi