Kitap 8
33.27
οὕτω τε Ῥώμη ἐπὶ τούτου βασιλεύοντος τὸ πέμπτον ἑάλω, ἧσπερ εὐθὺς ὁ Ναρσῆς τῶν πυλῶν τὰς κλεῖς βασιλεῖ ἔπεμψε.
34.1
Τότε δὴ τοῖς ἀνθρώποις διαφανέστατα ἐπιδέδεικται ὡς ἅπασιν, οἷσπερ ἔδει γενέσθαι κακῶς, καὶ τὰ εὐτυχήματα δοκοῦντα εἶναι εἰς ὄλεθρον ἀποκέκριται, κατὰ νοῦν τε ἀπαλλάξαντες ἴσως τῇ τοιαύτῃ εὐημερίᾳ ξυνδιαφθείρονται.
34.2
Ῥωμαίων γὰρ τῇ τε ξυγκλήτῳ βουλῇ καὶ τῷ δήμῳ τὴν νίκην τήνδε πολλῷ ἔτι μᾶλλον φθόρου αἰτίαν ξυνηνέχθη γενέσθαι τρόπῳ τοιῷδε.
34.3
Γότθοι μὲν φεύγοντες καὶ τὴν Ἰταλίας ἐπικράτησιν ἀπογνόντες, ὁδοῦ ποιούμενοι πάρεργον, τοὺς παρατυχόντας σφίσι Ῥωμαίους οὐδεμιᾷ διεχρῶντο φειδοῖ.
34.4
οἱ δὲ βάρβαροι τοῦ Ῥωμαίων στρατοῦ ὡς πολεμίοις ἐχρῶντο πᾶσιν οἷς ἂν ἐντύχοιεν ἐν τῇ ἐς τὴν πόλιν εἰσόδῳ.
34.5
πρὸς δὲ καὶ τόδε αὐτοῖς ξυνηνέχθη γενέσθαι. πολλοὶ τῶν ἀπὸ τῆς ξυγκλήτου βουλῆς, τοῦτο Τουτίλᾳ δεδογμένον, τὰ πρότερα ἔμενον ἐς τὰ ἐπὶ Καμπανίας χωρία.
34.6
ὧνπέρ τινες, ἐπεὶ Ῥώμην ἔχεσθαι πρὸς τοῦ βασιλέως στρατοῦ ἔγνωσαν, ἐκ Καμπανίας ἐξαναστάντες ἐς αὐτὴν ᾔεσαν. ὃ δὴ Γότθοι μαθόντες, ὅσοι ἐν τοῖς ταύτῃ ὀχυρώμασιν ἐτύγχανον ὄντες, ἅπαντα διερευνώμενοι τὰ ἐκείνῃ χωρία τοὺς πατρικίους ἅπαντας ἔκτειναν. ἐν τοῖς καὶ Μάξιμος ἦν, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην.
34.7
ἐτύγχανε δὲ καὶ Τουτίλας, ἡνίκα Ναρσῇ ὑπαντιάσων ἐνθένδε ᾔει, τῶν ἐκ πόλεως ἑκάστης δοκίμων Ῥωμαίων τοὺς παῖδας ἀγείρας καὶ αὐτῶν ἐς τριακοσίους ἀπολεξάμενος, οὕσπερ μάλιστα τὸ σῶμα καλοὺς ᾤετο εἶναι, τοῖς μὲν γειναμένοις ὅτι δὴ αὐτῷ ξυνδιαιτήσονται ὑπειπών,