Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 8

33.14 ἐτύγχανε δὲ Τουτίλας πολλὰς μὲν ἐμπρησάμενος τῆς πόλεως οἰκοδομίας, ἡνίκα δὴ αὐτὴν τὸ πρῶτον ἐξεῖλεν. ... ἐν ὑστάτῳ δὲ λογισάμενος, ὡς ἐς ὀλίγους ἀποκεκριμένοι οὐχ οἷοί τέ εἰσι τὸ λοιπὸν Γότθοι ἅπαντα τὸν περίβολον Ῥώμης διαφυλάξαι, τειχίσματι βραχεῖ ὀλίγην τινὰ τῆς πόλεως μοῖραν ἀμφὶ τὸν Ἀδριανοῦ περιβαλὼν τάφον καὶ αὐτὸ τῷ προτέρῳ τείχει ἐνάψας φρουρίου κατεστήσατο σχῆμα.
33.15 ἐνταῦθά τε τὰ σφίσιν αὐτοῖς τιμιώτατα καταθέμενοι Γότθοι ἐς μὲν τὸ ἀκριβὲς τὸ φρούριον τοῦτο ἐφύλασσον, τὸ δὲ ἄλλο τῆς πόλεως τεῖχος ἀπημελημένον ὑπερεώρων.
33.16 φρουροὺς τοίνυν σφῶν ἐν τούτῳ τῷ χωρίῳ τηνικάδε ἀπολιπόντες ὀλίγους τινὰς οἱ λοιποὶ ἅπαντες ἀμφὶ τὰς ἐπάλξεις τοῦ τῆς πόλεως γενόμενοι τείχους τῶν πολεμίων ἀποπειράσασθαι τειχομαχούντων ἐν σπουδῇ εἶχον.
33.17 Ὅλον μὲν οὖν τὸν Ῥώμης περίβολον διὰ μεγέθους ὑπερβολὴν οὔτε Ῥωμαῖοι ἐπιόντες περιβάλλεσθαι εἶχον οὔτε Γότθοι φρουρεῖν.
33.18 διασκεδαννύμενοι δὲ οἱ μὲν ὅπη παρατύχοι προσέβαλλον, οἱ δὲ ὡς ἐκ τῶν παρόντων ἠμύνοντο. καὶ Ναρσῆς μὲν τοξοτῶν ἐπαγόμενος μέγα τι χρῆμα ἐς μοῖράν τινα τοῦ περιβόλου ἐπέσκηπτεν, ἑτέρωθι δὲ Ἰωάννης ὁ Βιταλιανοῦ ξὺν τοῖς οἱ ἑπομένοις προσέβαλλε.
33.19 Φιλημοὺθ δὲ καὶ οἱ Ἔρουλοι κατ’ ἄλλο τι μέρος ἠνώχλουν, ἑκαστάτω τε αὐτῶν οἱ λοιποὶ εἵποντο. ἐτειχομάχουν δὲ ἅπαντες ὡς ἀπωτάτω ἀλλήλων ὄντες.
33.20 καὶ κατ’ αὐτοὺς οἱ βάρβαροι ξυνιστάμενοι ἐδέχοντο τὴν ἐπίθεσιν. τὰ μέντοι ἄλλα τοῦ περιβόλου, ἵνα δὴ Ῥωμαίων οὐκ ἐγένετο προσβολή, ἀνδρῶν ἔρημα παντάπασιν ἦν, Γότθων ἁπάντων ὅπη ἂν οἱ πολέμιοι ἐπισκήψαιεν ἀγειρομένων, ᾗπέρ μοι εἴρηται.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi