Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 8

33.8 ταῦτα ὁ Ναρσῆς ἀκούσας Βαλεριανὸν μὲν ἐκέλευσε πᾶσι τοῖς ἑπομένοις ἀμφὶ Πάδον ποταμὸν φυλακὴν ἔχειν, ὅπως μὴ Γότθοι ἀδεέστερον ξυστήσεσθαι δυνατοὶ εἶεν, αὐτὸς δὲ παντὶ τῷ ἄλλῳ στρατῷ ἐπὶ Ῥώμην ᾔει.
33.9 ἐν Τούσκοις τε γενόμενος Ναρνίαν μὲν ὁμολογίᾳ εἷλε, καὶ Σπολιτινοῖς ἀτειχίστοις οὖσι φρουρὰν ἔλιπεν, ἀνοικοδομήσασθαι ὅτι τάχιστα ἐπιστείλας ὅσα τοῦ περιβόλου καθελόντες ἐτύγχανον Γότθοι.
33.10 ἔπεμψε δὲ καί τινας ἀποπειρασομένους τοῦ ἐν Περυσίᾳ φυλακτηρίου. ἡγοῦντο δὲ τῶν ἐν Περυσίᾳ φρουρῶν αὐτόμολοι γεγονότες Ῥωμαῖοι δύο, Μελιγήδιός τε καὶ Οὔλιφος, ὅσπερ Κυπριανοῦ δορυφόρος γεγονὼς πρότερον, Τουτίλᾳ πολλά οἱ ἐπαγγειλαμένῳ ἀναπεισθεὶς Κυπριανὸν τότε ἄρχοντα τοῦ ἐνταῦθα φυλακτηρίου δόλῳ ἔκτεινεν.
33.11 ὁ μὲν οὖν Μελιγήδιος λόγους τοῦ Ναρσοῦ ἐνδεξάμενος ἐβουλεύετο ξὺν τοῖς οἱ ἑπομένοις Ῥωμαίοις τὴν πόλιν ἐνδοῦναι, οἱ δὲ ἀμφὶ τὸν Οὔλιφον τῶν πρασσομένων αἰσθόμενοι ξυνίσταντο ἐπ’ αὐτοὺς ἐκ τοῦ ἐμφανοῦς.
33.12 καὶ Οὔλιφος μὲν ξὺν τοῖς οἱ ὁμογνωμονοῦσιν αὐτοῦ διεφθάρη, Μελιγήδιος δὲ παρέδωκε Περυσίαν Ῥωμαίοις αὐτίκα. τῷ μέντοι Οὐλίφῳ ξυνέβη τίσις ἐκ τοῦ θεοῦ δηλονότι ἐπιπεσοῦσα, ἐν αὐτῷ μάλιστα διεφθάρθαι τῷ χώρῳ, ἵνα δὴ αὐτὸς τὸν Κυπριανὸν διεχρήσατο. ταῦτα μὲν δὴ οὕτω κεχώρηκε.
33.13 Γότθοι δὲ οἱ ἐν Ῥώμῃ φυλακὴν ἔχοντες ἐπειδὴ Ναρσῆν τε καὶ τὸν Ῥωμαίων στρατὸν ἐπὶ σφᾶς ἰόντας ἄγχιστά πη ἐπύθοντο εἶναι, παρεσκευάζοντο ὡς τὰ δυνατὰ σφίσιν ὑπαντιάσοντες.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi