Kitap 8
33.2
καὶ πρῶτα μὲν τῶν οἱ ἐπισπομένων Λαγγοβαρδῶν ἀπαλλαξείων τῆς ἀτοπίας ʽοἵ γε πρὸς τῇ ἄλλῃ ἐς τὴν δίαιταν παρανομίᾳ τάς τε οἰκοδομίας, αἷς ἂν ἐντύχοιεν, ἐνεπίμπρασαν καὶ γυναιξὶ ταῖς ἐς τὰ ἱερὰ καταφευγούσαις βιαζόμενοι ἐπλησίαζον’ χρήμασι μεγάλοις αὐτοὺς δεξιωσάμενος ἐς τὰ πάτρια ἤθη ἀφῆκεν ἰέναι, Βαλεριανόν τε καὶ Δαμιανόν, τὸν αὑτοῦ ἀδελφιδοῦν, ξὺν τοῖς ἑπομένοις ἐξηγεῖσθαι τῆς ὁδοῦ ἄχρι ἐς τὰ Ῥωμαίων ὅρια σφίσι κελεύσας, ὅπως μηδενὶ ἐν τῇ ἀποπορείᾳ λυμήνωνται.
33.3
ἐπειδὴ δὲ Λαγγοβάρδαι ἀπηλλάγησαν ἐκ Ῥωμαίων τῆς γῆς, Βαλεριανὸς ἐστρατοπεδεύσατο ἀμφὶ πόλιν Βερώναν, ὡς πολιορκήσων τε καὶ παραστησόμενος αὐτὴν βασιλεῖ.
33.4
δείσαντές τε οἱ τὸ φυλακτήριον ταύτῃ ἔχοντες Βαλεριανῷ ἐς λόγους ἦλθον, ὡς σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν ὁμολογίᾳ ἐνδώσοντες.
33.5
ἃ δὴ Φράγγοι μαθόντες, ὅσοι φρουρὰν ἐς τὰ ἐπὶ Βενετίας χωρία εἶχον, διεκώλυον προθυμίᾳ τῇ πάσῃ τῆς χώρας ἅτε αὐτοῖς προσηκούσης ἀξιοῦντες μεταποιεῖσθαι. καὶ ἀπ’ αὐτοῦ ἄπρακτος ἐνθένδε παντὶ τῷ στρατεύματι Βαλεριανὸς ἀνεχώρησε.
33.6
Γότθοι δέ, ὅσοι ἀποφυγόντες ἐκ τῆς ξυμβολῆς διεσώθησαν, διαβάντες ποταμὸν Πάδον, πόλιν τε Τικινὸν καὶ τὰ ἐκείνῃ χωρία ἔσχον, ἄρχοντά τε τὸν Τεΐαν κατεστήσαντο σφίσιν.
33.7
ὃς δὴ τὰ χρήματα εὑρὼν ἅπαντα ὅσα Τουτίλας ἔτυχεν ἐν Τικινῷ καταθέμενος, Φράγγους ἐς ξυμμαχίαν ἐπαγαγέσθαι διενοεῖτο, Γότθους δὲ ὡς ἐκ τῶν παρόντων διεῖπέ τε καὶ διεκόσμει, ξυλλέγων σπουδῇ ἀμφ’ αὑτὸν ἅπαντας.